Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί ὁ χόνδρος πλεῖον ὕδωρ δέχεται ἢ οἱ πυροὶ ἐξ ὧν ὁ τοιοῦτος ἐγένετο χόνδρος; ἢ ὅτι ἄλευρά πώς ἐστιν ὁ χόνδρος, τὰ δὲ ἄλευρα πλεῖον δέχεται. καὶ γὰρ γίνεται ὁ ὄγκος πλείων ἢ ὁ τῶν πυρῶν· σέσακται γὰρ καὶ τὰ ἐν τοῖς πυροῖς. τὰ δὲ πλείω χωρεῖ πλεῖον. καὶ τοῦτο καὶ ὅτι ἔχει θερμότητα καὶ τὰ ἄλευρα καὶ ὁ χόνδρος. τὸ δὲ θερμὸν καὶ ἕλκει μᾶλλον τὸ ὑγρόν, καὶ ἐξαναλίσκει ἐξατμίζον.

Διὰ τί τὸ ἄλευρον τριβόμενον μεῖζον πολὺ γίνεται ἢ τὸ ἄλφιτον κατὰ λόγον; ἢ ὅτι τὸ μὲν πολὺ ὕδωρ δέχεται, τὸ δὲ ὀλίγον; διὰ τί δὲ δέχεται πλεῖον; μᾶλλον γὰρ εἰκὸς τὸ ἄλφιτον πεπύρωται γάρ, τὸ δὲ ἄπυρον· μᾶλλον δὲ ξηρὸν τὸ πεπυρωμένον. ἢ διότι τρῖψιν μᾶλλον δέχεται τὸ ἄλευρον; τούτου δὲ αἴτιον τὸ μικρομερέστερον εἶναι. ὥσπερ οὖν ὁσαπλάσιον δυνάμει ἐστὶ τῇ μικρότητι, τοσαυταπλάσιον δέχεται τὸ ὕδωρ. κόλλῃ γὰρ χρῆται τῷ ὕδατι, ὥσπερ καὶ Ἐμπεδοκλῆς μετήνεγκεν ἐν τοῖς Φυσικοῖς εἰπὼν ἄλφιτον ὕδατι κολλήσας. καὶ ἀναλίσκει πολὺ διὰ τοῦτο.

Διὰ τί δὲ καὶ πεπυρωμένον τὸ σταῖς μεῖζον γίνεται ἢ ἡ μᾶζα; ἢ ὅτι ἔχει ὑγρὸν οὐ κεχωρισμένον, ὥστε ἐξιέναι θερμαινόμενον, οὐ πνεῦμα γινόμενον, καὶ οὐ δυνάμενον ἐξιέναι ὁμοίως καὶ ἐν τῇ μάζῃ διὰ τὴν πυκνότητα τοῦ σταιτός (πυκνὸν γὰρ τὸ ἐκ μικρομερεστέρων), αἴρει [οὖν] καὶ ποιεῖ τὸν

ὄγκον. ἔτι δὲ καὶ πλεῖον ἔχει τὸ ὑγρόν, ἐξ οὗ θερμαινομένου πνεῦμα γίνεται· ἐκ δὲ τοῦ πλείονος ἀνάγκη γίνεσθαι πλεῖον.

Διὰ τί οἱ περὶ τὴν τῶν σίτων ἐργασίαν, οἱ μὲν περὶ τὰς κριθὰς ἄχροοι γίνονται καὶ καταρροϊκοί, οἱ δὲ περὶ τοὺς πυροὺς εὐεκτικοί; ἢ διότι εὐπεπτότερος ὁ πυρὸς τῆς κριθῆς, διόπερ καὶ αἱ ἀπόρροιαι;

Διὰ τί ὁ ἄρτος, ἐὰν μέν τις αὐτὸν ὀπτᾷ, σκληρότερος γίνεται, ἐὰν δέ τις αὐτὸν χλιαίνῃ, ὑγρότερος ἄχρι τινός; ἢ ὅτι ὀπτωμένου αὐτοῦ τὸ ὑγρὸν ἐκπορεύεται; σκληρότερος οὖν γίνεται· ἐπιθερμαινομένου δὲ τὸ ὑγρὸν συσταθὲν διαχεῖται ὑπὸ τοῦ πυρός, διὸ ὑγρότεροι γίνονται.

Διὰ τί τὰ μὲν ἄλευρα ψυχόμενα ἧττον σάττεται, τὰ δὲ ἄλφιτα μᾶλλον; ἢ ὅτι τὰ μὲν μικρομερῆ οὐ διαλείπει χώραν, καὶ τὰ βαρέα τῇ θλίψει τὰ πλείω ἐλάττω κατέχει τὸ ἴσον; τὰ μὲν οὖν ἄλφιτα ἁδρά ἐστιν. ψυχόμενα οὖν ἐλάττω γίνεται, ὥστε τὸ ἔλαττον συμπιέζει τὸ πλέον. τὰ δὲ ἄλευρα ὑπάρχει μὲν μικρομερῆ ὄντα, ὥστε οὐ διὰ τοῦτο ψύχεται, ἀλλ’ ἵνα ᾖ κουφότερα καὶ μὴ σάττηται διὰ τὴν θλῖψιν· βαρύτερον γὰρ φύσει τὸ ἄλευρον τοῦ ἀλφίτου ἐστίν.