Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί τὸ ἁλυκὸν ὕδωρ τὰ μὲν σέλινα δέχεται, τὸ δὲ πράσον οὔ; ἢ ὅτι τοῦ μὲν ἀσθενεῖς αἱ ῥίζαι, τοῦ δὲ ἰσχυραί; τὸ δὲ ἰσχυρότερον ἀπαθέστερον.

Διὰ τί λέγεται μίνθην ἐν πολέμῳ μήτ’ ἔσθιε μήτε φύτευε; ἢ ὅτι καταψύχει τὰ σώματα; δηλοῖ δὲ ἡ τοῦ σπέρματος φθορά. τοῦτο δὲ ὑπεναντίον πρὸς ἀνδρείαν καὶ θυμὸν ταὐτὸν ὄν τῷ γένει.

Διὰ τί ἔνια ἄνθος ἔχοντα ἄκαρπά ἐστιν, οἷον σίκυος καὶ κολόκυνθα καὶ ῥόα; ἢ οὐκ ἄκαρπα, ἀλλὰ ταῦτα καρπός ἐστιν; περικάρπιον γοῦν ἐστι τὸ ἀνθοῦν, ὁ δὲ σίκυος περικάρπιον.

Διὰ τί τῶν φυομένων τὰ μὲν ἑψανά, τὰ δὲ ὠμὰ βρωτά; ἢ ὅσων οἱ χυμοὶ μὴ εὐθὺς ἐδώδιμοι, τούτων πυρωθέντων γλυκύτεροι γίνονται ὑπὸ τοῦ θερμοῦ, ὅσων δὲ εὐθύς, καὶ ὠμὰ ἐδώδιμα;

Διὰ τί τὰ μὲν ἑψανά, τὰ δὲ ὀπτανά; ἢ ὅτι τὰ μὲν ὑγρότερα οὐ τοσοῦτον, τὰ δὲ ξηρότερα οὐ μᾶλλον ξηρανθῆναι δεῖ; ἑψόμενα δὲ πάντα ὑγρότερα καὶ μαλακώτερα. τὰ δὲ ἧττον ὑγρὰ ἂν πυρωθῇ, γίνεται ξηρά.

Διὰ τί δὲ τὰ μὲν ἄβρωτά ἐστι, τὰ δὲ βρωτά; ἢ διὰ τοὺς χυμούς; ὅσα γὰρ καὶ ὠμὰ ἀπέπτους ἔχει καὶ πυρούμενα μὴ μεταβάλλει, ἄβρωτα. ὅσων δὲ βρωτὸς μὲν ὁ χυμὸς ἰσχυρότερος δέ, ταῦτα ἡδύσματά ἐστιν· τὰ γὰρ ἐν μικρῷ ἔχοντα πολλὴν δύναμιν τῶν βρωτῶν ἡδυντικὰ τῶν ἐν πολλῷ.

Διὰ τίνα αἰτίαν τὰ μὲν μέχρι σπέρματος τῶν φυτῶν ζῇ, εἶτα ἐνεγκόντα αὐαίνεται, οἷον ἡ πόα καὶ τὰ καλούμενα λάχανα, τὰ δὲ οὔ, ἀλλὰ πολλάκις φέρει; καὶ τῶν μέχρι σπέρματος ζώντων τὰ μὲν πολλὰ ἐπέτεια, τὸ δὲ ἱπποσέλινον τῷ ὑστέρῳ ἔτει φέρει καρπόν, καὶ ἐνέγκαν ἐξαυαίνεται;

ἢ ἅπαντα μὲν μέχρι τούτου ἀκμάζει, ἕως ἂν κατὰ τὸ σπέρμα ἀκμάζῃ; ἐπεὶ καὶ οἱ ἄνθρωποι μέχρι τριάκοντα ἐτῶν ἐπιδιδόασιν, ὁτὲ μὲν τῷ πλήθει, ὁτὲ δὲ τῇ παχύτητι. ὅταν δὲ μηκέτι δύνηται φέρειν, ὥσπερ ἐκεῖ, αὐαίνεται καὶ καταγηράσκει· τὰ δὲ βραδέως καὶ κατὰ λόγον. δι’ ἣν μὲν οὖν αἰτίαν τὰ μὲν βραχύβια, τὰ δὲ μακρόβιά ἐστιν, ἄλλος ἔστω λόγος· ἐπεὶ δ’ ἔστιν πᾶσιν ὅρος ἡ τοῦ σπέρματος τελείωσις, ἀνάγκη τοῖς μὲν βραχυβίοις ἅπαξ ἢ ὀλιγάκις ἐνεγκεῖν καρπόν, τοῖς δὲ μακροβίοις πολλάκις, ὥστε τὰ μὲν ἀσθενέστατα ἅπαξ ἐνέγκοι (διὸ ἀνάγκη αὐαίνεσθαι)· καὶ τούτων τὰ μὲν δυνάμενα ἐνιαυτῷ ἐπέτεια εἶναι, τὰ δέ, ὥσπερ τὸ ἱπποσέλινον, τῷ ὑστέρῳ ἔτει, ὥσπερ τὰ δένδρα καὶ τὰ φυτά.

Διὰ τί σελίνου, ἐάν τις περιορύξας μέχρι κάτω πρὸς τὰς ῥίζας περιβάλλῃ τῶν καχρυδίων, εἶτα ἄνωθεν τὴν γῆν, καὶ οὕτως ἄρδῃ, παμμεγέθεις γίνονται αἱ ῥίζαι; ἢ διότι τὸ καχρύδιον θερμὸν ὂν καὶ σομφὸν κατέχει μὲν σύνολκον τὴν τροφὴν καὶ οὐ προΐεται ἄνω, πέττει δὲ θερμὸν ὄν, ὥστε πολλὴν τὴν αὔξησιν γίνεσθαι;

Διὰ τί, ἐάν τις τὰς κολοκύνθας εὐθὺς μικρὰς οὔσας κρύψῃ τῇ γῇ ἢ τοὺς σικύους, μείζους γίνονται; ἢ διότι τὰ πνεύματα καὶ ὁ ἥλιος ξηραίνοντα ἀφαιροῦνται τὴν αὔξησιν, καὶ τοὺς ὄγκους ἐλάττους μὲν ποιοῦσιν πάντων, στιφροτέρους δέ, ὥσπερ καὶ τῶν δένδρων τά τε ἐν προσηνέμοις καὶ ἑλώδεσιν καὶ τὰ ἐν κοίλοις καὶ ἐφύδροις (τὰ μὲν γὰρ μεγάλα γίνονται καὶ σομφά, τὰ δὲ μικρὰ καὶ πυκνά)·

ἐν δὲ τῇ γῇ κρυφθέντα ἐναντία πάσχοντα ἐναντίως ἀποβαίνει. ὁμοίως δὲ καὶ τὰ εἰς ἀγγεῖα τιθέμενα, σίκυοι εἰς νάρθηκας κοίλους ἢ καλυπτῆρας καὶ ῥοιαὶ καὶ μῆλα εἰς χύτρας, τὰ μὲν μεγάλα σομφὰ δέ, οἱ δὲ μικροὶ στερροὶ αὐξανόμενοι, μὴ εἰς ἀντίτυπον. αἰτία δὲ ἡ τροφὴ πλείων γινομένη διὰ τὸ μήτε ἀποπνεῖσθαι, μήτε ξηραίνεσθαι· τὸ γὰρ ἀποστέγον κωλύει ταῦτα πάσχειν.

Διὰ τί τὰ σπέρματα τῶν δριμέων φυτῶν δριμύτερά ἐστιν ἢ αἱ ῥίζαι καὶ τὰ φύλλα; ἢ διότι ἐκ τοῦ σπέρματος γίνεται ἅπαντα, καὶ εἰς τὰ ἄλλα δίδοται μέρη ἐκ τούτου, οἱονεὶ ἐνυπάρχοντα, ὥς φασί τινες, καὶ οἱ χυμοὶ καὶ αἱ ὀσμαί, ἐπεὶ καὶ αἱ ὀσμαὶ ἴδιοι γίνονται ἅμα τοῖς σπέρμασιν ἅπασιν. εἰ οὖν ἐκ τούτου καὶ τοῖς ἄλλοις ἡ δριμύτης ὑπάρχει, εὔλογον καὶ αὐτὸ ὑπάρχειν μάλιστα.

Διὰ τί αἱ ῥαφανῖδες αἱ λεπταὶ δριμύτεραι; ἢ ὅτι αἱ μείζους διὰ τὸν χρόνον πεπεμμέναι μᾶλλον;

Διὰ τί ἡ κάππαρις οὐκ ἐθέλει ῥᾳδίως ἐν τοῖς ἐργασίμοις γίνεσθαι χωρίοις (πολλοὶ γὰρ πεπείρανται καὶ ῥίζας μεταφέροντες καὶ σπέρματα καταβάλλοντες· ἐνιαχοῦ γὰρ λυσιτελεῖ μᾶλλον τῶν ῥόδων), ἀλλὰ φύεται μάλιστα ἐπὶ τῶν τάφων, ὅτι ἀβατώτατος ὁ τόπος ἐστίν. περὶ δὲ δὴ τούτου καὶ ὅσα ἄλλα τοιαῦτα, δεῖ λαβεῖν ὅτι οὐχ ἅπαντα ἐκ τῆς αὐτῆς ὕλης γίνεται οὐδ’ αὔξεται, ἀλλ’ ἔνια ἐξ ἄλλων φθορᾶς καὶ ἐξ ἀρχῆς γίνεται καὶ αὐξάνεται, οἷον οἱ φθεῖρες καὶ αἱ τρίχες ἐν τῷ σώματι διαφθειρομένης τῆς τροφῆς, καὶ ἀεὶ τὸ χεῖρον ἔχοντος. ὥσπερ οὖν καὶ τῶν ἐν σώματι ἔνια γίνεται ἐκ περιττώματος τροφῆς, τοῦτο δ’ ἐστὶν ἀπεψία, καὶ οὗ μὴ ἐδύνατο κρατῆσαι ἡ φύσις, τὰ μὲν προχειρότατα

εἰς κύστιν καὶ κοιλίαν ἀποκρίνεται, ἐξ ἐνίων δὲ ζῷα γίνεται, διὸ καὶ αὐξάνονται ταῦτα ἐν γήρᾳ καὶ νόσοις, οὕτως ἐν τῇ γῇ τὰ μὲν ἐκ πεπεμμένης τῆς τροφῆς γίνεται καὶ αὐξάνεται, τὰ δὲ ἐκ περιττωμάτων καὶ ἐναντίως ἐχόντων. ἡ δὲ γεωργία πέττει καὶ ἐνεργὸν ποιεῖ τὴν τροφήν· ἐξ ἧς συνίστανται οἱ ἥμεροι καρποί. ἅ μὲν οὖν ἐκ τοιαύτης γίνεται ἡμερότητος, ἥμερα καλεῖται διὰ τὸ ἀπὸ τέχνης ὠφελεῖσθαι ὥσπερ παιδευόμενα· ὅσα δὲ μὴ δύναται ἢ καὶ ἐξ ἐναντίως ἔχοντος συνίσταται, ταῦτα ἄγριά ἐστιν καὶ οὐκ ἐθέλει γίνεσθαι ἐν γεωργησίμῳ. ἡ γὰρ γεωργία φθείρει αὐτὰ παιδεύουσα· ἐκ γὰρ φθορᾶς γίνεται. ὧν καὶ ἡ κάππαρίς ἐστιν.

Διὰ τί, ἐάν τις ῥαφανίδων, ὅταν μάλιστα ἀκμάζωσι τοῦ χειμῶνος, ἀποτεμὼν τὰ φύλλα περισάξῃ τὴν γῆν καὶ καταπατήσῃ ὥστε ἀποστέγειν τὸ ὕδωρ, αὗται ἐν τῷ θέρει γίνονται ἄπλετοι τὸ πάχος; ἢ ὅτι τοῦ μὲν μὴ φθείρεσθαι τὸ περισεσάχθαι αἴτιον, κωλῦον τὸ ὕδωρ σήπειν; ἡ δὲ τροφή, ἢν ἄνω ἀφίει εἰς τὸν βλαστόν, εἰσέρχεται εἰς αὐτήν, ὥστε ἀνάγκη αὐτὴν μείζω γίνεσθαι ἢ ἀφιέναι παραβλαστάνουσαν ἄλλας ῥίζας, ὥσπερ τὰ κρόμμυα; καὶ γὰρ ταῦτα, ἐὰν μή τις ἐκτίλῃ ἐπέτεια, ἀλλ’ ἐάσῃ τὸν χειμῶνα, πολλαπλάσια γίνεται. τὰ μὲν οὖν κρόμμυα τῶν παραβλαστανόντων ἐστίν, ἡ δὲ ῥάφανος οὔ, ὥστε ἀνάγκη αὐτὴν γίνεσθαι παχεῖαν διὰ τὸ πᾶσαν λαμβάνειν τὴν τροφήν.

Διὰ τί, ἐάν τις σικύους ἢ κολοκύνθας περὶ φρέαρ φυτεύσας, ὅταν ὡραῖοι ὦσι, καθεὶς εἰς τὸ φρέαρ ἀποστεγάσῃ, γίνονται δι’ ἔτους χλωροί; ἢ διότι ἥ τε ἀπὸ τοῦ ὕδατος ἀτμὶς ψύχουσα κωλύει ξηραίνεσθαι καὶ παρέχει θάλλοντα, καὶ τὸ ἀποστέγειν τούτους καὶ τὰ πνεύματα τρέφει τὰ ηὐξημένα; τοῦ δὲ διαμένειν αἴτιον τὸ ἔχειν τροφὴν ἐωμένων τῶν ῥιζῶν.

καὶ γὰρ ἐάν τις ἀφελὼν τὴν βλάστην, ὅταν καρποφορήσωσι, καὶ ἀποτεμὼν περισάξῃ καὶ καταπατήσῃ τὴν γῆν περὶ τὰς ῥίζας, πρωΐμους οἴσει σικύους, ὡς δυναμένων σώζεσθαι τῶν ῥιζῶν· οὐ γὰρ ἔσται σίκυος τῶν προετείων. θᾶττον δὲ αὐτοὶ τῶν σπειρομένων οἴσουσι καρπὸν διὰ τὸ πολὺ προϋπάρχειν τοῦ ἔργου τῇ φύσει τὰς ῥίζας, τοῖς δὲ σπειρομένοις δεῖν γίνεσθαι τοῦτο πρῶτον, ἐν ᾗ περισάξεις ἀλέαν ποιεῖν, ὥστε σώζεσθαι καὶ θᾶττον ἐνιέναι βλαστόν. διὸ καὶ ἐάν τις χειμῶνος φυτεύσῃ σπέρμα σικύου ἐν ταλαρίσκοις καὶ ἄρδηται θερμῷ καὶ εἰς τὸν ἥλιον ἐκφέρῃ καὶ παρὰ πυρὶ τιθῇ, πρώϊμοι σφόδρα ἔσονται, ἐὰν ὡς ἔχει ἐν τοῖς ταλάροις εἰς τὴν ἱκνουμένην ὥραν εἰς τὴν γῆν φυτεύσῃ.

Διὰ τί ἀρδεύουσιν ἕωθεν ἢ νυκτὸς ἢ δείλης; πότερον ἵνα μὴ ὁ ἥλιος ἀναλώσῃ; ἢ ὅτι, ἐαν ᾖ θερμὸν τὸ ὕδωρ, διαφθείρει τὰ ἀρδόμενα;

Διὰ τί τὰ εὐώδη οὐρητικά, καὶ σπέρματα καὶ φυτά; ἢ ὅτι θερμὰ καὶ εὔπεπτα, τὰ δὲ τοιαῦτα οὐρητικά· ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδης, ἐπεὶ καὶ τὰ μὴ εὐώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι συντηκτικά. θερμὰ δὲ τὰ εὐώδη σπέρματα, διότι ὅλως ἡ ὀδμὴ διὰ θερμότητά τινα γίνεται· ἀλλὰ τὰ δυσώδη ἄπεπτά ἐστιν. δεῖ δὲ μὴ μόνον εἶναι θερμά, ἀλλὰ καὶ εὔπεπτα, εἰ ἔσται οὐρητικά, ὅπως συγκατιόντα λεπτύνῃ τὰ ὑγρά.

Διὰ τί θᾶττον ἐκκαυλεῖ τῶν λαχάνων τὰ ἐκ παλαιοτέρου σπέρματος, οἷον τριετοῦς ἢ διετοῦς, ἢ τὰ ἐκ τῶν προσφά των; ἢ ὅτι ὡς ἐπὶ τῶν ζῴων θᾶττον σπέρμα φέρει τὸ ἀκμάζον, οὕτω καὶ τῶν σπερμάτων τὰ μὲν λίαν παλαιὰ ἐξίκμασται τὴν δύναμιν, τὰ δὲ ἀσθενέστερα διὰ τὸ ἔτι ἔχειν περίττωμα μὴ οἰκεῖον, τὰ δὲ μέσα τῷ χρόνῳ ἰσχυρότατα

ἀπεληλυθότος τοῦ ὑγροῦ θᾶττον οὖν σπέρμα φέρει. τὸ δὲ ἐκκαυλεῖν τοῦτό ἐστιν· ἐκ γὰρ τοῦ καυλοῦ τὸ σπέρμα.

Διὰ τί πήγανον κάλλιστον καὶ πλεῖστον γίνεται ἐάν τις ἐκφυτεύσῃ εἰς συκῆν; ἐκφυτεύεται δὲ περὶ τὸν φλοιὸν καὶ περιπλάττεται πηλῷ. ἢ ὅτι θερμότητος δέονται αἱ ῥίζαι τοῦ πηγάνου καὶ ἀλέας (διὸ καὶ τὴν τέφραν ἐάν τις περιβάλλῃ, ὀνίνανται), ἡ δὲ συκῆ θερμή ἐστιν. δηλοῖ δὲ καὶ ὁ ὀπὸς πάντων δριμύτατος ὤν, καὶ ὁ πολὺς καπνός. ἔχει οὗν τοιαύτην θερμότητα καὶ ἰκμάδα οἵαν καὶ ἡ τέφρα, ὥστε εἰ ἐκείνη ὀνίνησιν, ἀναγκαῖον καὶ ἐκ τῇ συκῇ μάλιστα εὐσθενεῖν, ὅσῳ ἡ μὲν τέφρα οὐκ ἐπιρρεῖ, τὸ δ’ ἀπὸ τῆς συκῆς ἀεὶ ἐπιρρεῖ, οὐκ ἀναλισκομένου τοῦ ὑγροῦ τῇ συκῇ.

Διὰ τί ἔνια τῶν φυτῶν ἀεὶ κενὸν φέρει τὸν καυλόν; ἢ ὧν ἀνάγκη ἄλλο φύειν;

Διὰ τί ἐν τῇ Ἀττικῇ οἱ μὲν ἄλλοι καρποὶ γλυκύτατοι γίνονται, τὸ δὲ θύμον δριμύτατον; καίτοι καὶ τοῦτο καρπός τίς ἐστιν... ὥστε οὐ πολὺ ὑγρὸν τὰ φυόμενα ἔχει. ὅσα μὲν οὖν φύσει γλυκέα ἐστὶν διὰ μετριότητα τοῦ ἐνυπάρχοντος ὑγροῦ, ὅταν ἀπάγῃ ὁ ἥλιος τὸ πλεῖστον, τὸ ὑπολειπόμενον ῥᾳδίως πέττεται· τὸ γὰρ πολὺ ἔργον πεπάνθαι, τὸ δὲ μέτριον ῥᾷον. ὥστε γίνονται οἱ φύσει γλυκεῖς γλυκύτεροι ἐν δὲ τοῖς φύσει ξηροῖς τε καὶ μὴ γλυκέσι καρποῖς λείπεται δι’ ὀλιγότητα τὸ οἰκεῖον, τοῦτο δ’ ἐστὶν ἥκιστα γλυκύ·

ἀφαιρεῖται γὰρ ὁ ἥλιος τὸ γλυκύτατον καὶ κουφότατον· οὗτοι δὴ οὐκ ἔχουσι περιττὸν ὥσπερ οἱ ἄλλοι καρποί.