Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί τῶν αἰσθήσεων ἐκ γενετῆς μάλιστα τὴν ἀκοὴν πηροῦνται; ἢ ὅτι ἀπὸ τῆς αὐτῆς ἀρχῆς εἶναι δόξειεν ἂν ἥ τε ἀκοὴ καὶ ἡ φωνή; ῥᾷστα δὲ δοκεῖ διαφθείρεσθαι ἡ διάλεκτος οὖσα εἶδος φωνῆς, καὶ χαλεπώτατα ἐπιτελεῖσθαι. σημεῖον δὲ ὅτι μετὰ τὸ γενέσθαι πολὺν χρόνον ἐνεοί ἐσμεν· τὸ μὲν γὰρ πρῶτον ὅλως οὐδὲ λαλοῦμεν οὐθέν, εἶτα ὀψέ ποτε ψελλίζομεν. διά τε τὸ τὴν διάλεκτον εὔφθαρτον εἶναι, τὴν αὐτὴν δὲ ἀρχὴν ἀμφοτέρων εἶναι καὶ τῆς διαλέκτου (φωνὴ γάρ τις καὶ τῆς ἀκοῆς ὥσπερ καὶ εἰ συμβεβηκότος), ῥᾷστα τῶν αἰσθήσεων φθείρεται, καὶ οὐ καθ’ αὑτὴν ἡ ἀκοή. τεκμήριον

δὲ ἔστιν καὶ ἐκ τῶν ἄλλων ζῴων λαβεῖν, ὅτι παντελῶς εὔφθαρτός ἐστιν ἡ ἀρχὴ τῆς διαλέκτου· λαλεῖ γὰρ οὐθὲν τῶν ἄλλων ζῴων πλὴν ἀνθρώπου, καὶ οὗτοι δὲ ὀψέ ποτε, καθάπερ εἴρηται.

Διὰ τί οἱ κωφοὶ πάντες διὰ τῶν ῥινῶν φθέγγονται; ἢ διὰ τὸ ἐγγὺς τοῦ ἐνεοὺς εἶναι; οἱ δὲ ἐνεοὶ λαλοῦσι διὰ τῶν ῥινῶν· ταύτῃ γὰρ αὐτῶν ἐκπίπτει τὸ πνεῦμα διὰ τὸ τῷ στόματι μεμυκέναι. μεμύκασι δέ, ὅτι οὐθὲν εἰς φωνὴν χρῶνται τῇ γλώττῃ.

Διὰ τί μεγαλόφωνοι πάντες εἰσὶν οἱ θερμοὶ τὴν φύσιν; ἢ ὅτι ἀνάγκη καὶ ἀέρα πολὺν καὶ ψυχρὸν ἐν τούτοις εἶναι; ἕλκει γὰρ θερμὸν πνεῦμα πρὸς ἑαυτὸ καὶ ἀέρα, καὶ πλείω τὸ πλεῖον. ἡ δὲ μεγάλη φωνὴ γίνεται ἐν τῷ πολὺν ἀέρα κινεῖν, καὶ ὀξεῖα ἐν τῷ ταχέως· βαρεῖα δὲ ἡ ἐν τῷ βραδέως.

Διὰ τί οἱ κωφοὶ πάντες διὰ τῶν ῥινῶν φθέγγονται; ἢ διὰ τὸ βιαιότερον πνεῖν τοὺς κωφούς; ἐγγὺς γὰρ τοῦ ἐνεοὶ εἶναι εἰσίν. διίσταται οὖν τῶν μυκτήρων ὁ πόρος ὑπὸ τοῦ πνεύματος· οἱ τοιοῦτοι δὲ διὰ ῥινῶν φθέγγονται.

Διὰ τί εὐηκοώτερα τὰ τῆς νυκτός; ἢ ὅτι μᾶλλον ἠρεμία διὰ τὴν τοῦ θερμοτάτου ἀπουσίαν; διὸ καὶ ὡς ἐπὶ τὸ πολὺ ἀταρακτότερα. ὁ γὰρ ἥλιος ὁ κινῶν.

Διὰ τί πόρρωθεν αἱ φωναὶ ὀξύτεραι δοκοῦσιν εἶναι; οἱ γοῦν μιμούμενοι τοὺς σφόδρα πόρρω ὄντας καὶ βοῶντας ὀξὺ φθέγγονται καὶ ὅμοιον τοῖς ἀπηχοῦσιν, καὶ τῆς ἠχοῦς ὀξύτερος φαίνεται ὁ ψόφος. ἔστι δὲ πόρρω· ἀνακλᾶται γάρ. οὐκοῦν ἐπεὶ ὀξὺ μὲν ἐν ψόφῳ τὸ ταχύ, βαρὺ δὲ τὸ βραδύ,

ἔδει βαρυτέρας πόρρωθεν φαίνεσθαι τὰς φωνάς. τὰ γὰρ αὖ φερόμενα πάντα βραδύτερον φέρεται ὅσῳ ἂν ἀπέχῃ τῆς ἀρχῆς πλεῖον, καὶ τέλος πίπτει. πότερ’ οὖν ὅτι οἱ μιμούμενοι ἀμενηνῇ τῇ φωνῇ μιμοῦνται, καὶ λεπτὴν τὴν πόρρωθεν φωνήν; λεπτὴ δὲ βαρεῖα οὐκ ἔστιν, οὐδὲ μικρὸν καὶ ἀμενηνὸν φθέγγεσθαι βαρύ, ἀλλ’ ὀξὺ ἀνάγκη. ἢ οὐ μόνον οἱ μιμούμενοι διὰ τοῦτο μιμοῦνται, ἀλλὰ καὶ οἱ ψόφοι αὐτοὶ ὀξύτεροι γίνονται; αἴτιον δὲ ὅτι ὁ ἀὴρ ὁ φερόμενος ποιεῖ τὸν ψόφον· καὶ ὥσπερ τὸ πρῶτον ψοφεῖ τὸ κινῆσαν τὸν ἀέρα, οὕτω δεῖ πάλιν ποιῆσαι τὸν ἀέρα, καὶ ἄλλον κινοῦντα εἶναι, τὸν δὲ κινούμενον. διὸ ὁ ψόφος συνεχής, ὅτι ἀεὶ ἐκδέχεται κινοῦντα κινῶν, ἕως ἂν ἀπομαρανθῇ, ὃ ἐπὶ τῶν σωμάτων ἐστὶ τὸ πεσεῖν, ὅταν μηκέτι δύνηται ὠθεῖν ὁ ἀὴρ ἔνθα μὲν τὸ βέλος, ἔνθα δὲ τὸν ἀέρα. ἡ μὲν γὰρ φωνὴ γίνεται ἡ συνεχὴς ἀέρος ὠθουμένου ὑπ’ ἀέρος, τὸ δὲ βέλος φέρεται σώματος ὑπ’ ἀέρος κινουμένου. ἐνταῦθα μὲν οὖν ἀεὶ τὸ αὐτὸ φέρεται σῶμα, ἕως ἂν καταπέσῃ, ἐκεῖ δὲ ἀεὶ ἕτερος ἀήρ. καὶ πρῶτον ἐλάττω θᾶττον μὲν κινεῖται, ἐπ’ ὀλίγον δέ. διὸ πόρρω ὀξύτεραι καὶ λεπτότεραι αἱ φωναί. τὸ γὰρ θᾶττον ὀξύ, ὥσπερ καὶ διηπόρηται. ὥσπερ ἡ αὐτὴ αἰτία δι’ ἣν καὶ οἱ μὲν παῖδες καὶ οἱ κάμνοντες ὀξὺ ὀξὺ φθέγγονται. οἱ δὲ ἄνδρες καὶ οἱ ὑγιαίνοντες βαρύ. τὸ δὲ τοῖς ἐγγὺς μὴ ἐπίδηλον εἶναι
τὴν φωνὴν ἢ βαρυτέραν ἢ ὀξυτέραν γινομένην, καὶ ὅλως 〈τοῦ〉 μὴ ὁμοίως ἔχειν τοῖς ῥιπτουμένοις βάρεσιν, αἴτιον ὅτι τὸ μὲν ῥιφθὲν ἓν φέρεται ἀεὶ τὸ αὐτό, ὁ δὲ ψόφος ἀήρ ἐστιν ὠθούμενος ὑπὸ ἀέρος. διὸ καὶ τὸ μὲν εἰς ἓν πίπτει, ἡ δὲ φωνὴ πανταχῇ, ὥσπερ ἂν εἰ τὸ ῥιφθὲν ἅμα φερόμενον ἀπείρως θρυφθείη, καὶ ἔτι εἰς τοὔπισθεν.

Διὰ τί αἱ νεηλιφεῖς οἰκίαι μᾶλλον ἠχοῦσιν; ἢ ὅτι μᾶλλον ἀνάκλασις γίνεται διὰ τὴν λειότητα; λειότεραι δὲ διὰ τὸ ἀρραγὲς καὶ τὸ συνεχές. δεῖ δὲ μὴ παντελῶς ὑγρὰν ἀλλ’ ἤδη ξηρὰν λαμβάνειν· ἀπὸ πηλοῦ γὰρ οὐκ ἔστιν ἀνάκλασις. διὰ ταῦτα δὲ καὶ τὰ κονιάματα μᾶλλον ἠχεῖ. συμβάλλεται δὲ ἴσως καὶ ἡ ἀκινησία τοῦ ἀέρος· ἀθρόος γὰρ ἰὼν μᾶλλον ἀποπλήττεται τὸν προσπίπτοντα.