Problemata

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Problemata Physica. Ruelle, Charles, editor. Leipzig: Teubner, 1922.

Διὰ τί τέρατα τίκτουσιν μάλιστα τὰ τετράποδα τὰ μὴ μεγάλα, ἄνθρωπος δὲ καὶ τὰ μεγάλα ἧττον, οἷον ἵπποι καὶ ὄνοι; ἢ ὅτι πολύγονα ταῦτα, οἷον κύνες καὶ ὕες καὶ αἶγες καὶ πρόβατα, πολὺ μᾶλλον τῶν μεγάλων, ἐκείνων δὲ τὰ μὲν ὅλως μονοτόκα, τὰ δὲ ὡς ἐπὶ τὸ πολύ. τὰ δὲ τέρατα γίνεται ἐπαλλαττόντων τῶν σπερμάτων ἀλλήλοις καὶ συγχεομένων ἐν τῇ ἐξόδῳ τῆς γονῆς ἢ ἐν τῇ μίξει τῇ ἐν τῇ ὑστέρᾳ τῆς θηλείας. διὸ καὶ ὄρνιθες αὐτὰ ποιοῦσιν· τὰ γὰρ ᾠὰ δίδυμα τίκτουσι. τὰ δὲ τέρατα ἐκ τῶν διδύμων γίνεται, ὧν ἡ λέκιθος τῷ ὑμένι οὐ διαιρεῖται.

Διὰ τί ἡ κεφαλὴ δασεῖα τῶν ἀνθρώπων μᾶλλον τοῦ ἄλλου σώματος καὶ οὐ κατὰ λόγον, τοῖς δὲ ἄλλοις ζῴοις τοὐναντίον; ἢ ὅτι καὶ τῶν ἄλλων τὰ μὲν εἰς ὀδόντας ἐκδίδωσιν

καθ’ ὑπερβολὴν τῆς τροφῆς, τὰ δὲ εἰς κέρατα, τὰ δὲ εἰς τρίχας; ὅσα μὲν εἰς κέρατα, ἧττον τὴν κεφαλὴν ἔχει δασεῖαν· ἐκεῖ γὰρ ἀνήλωται· ὅσα δὲ εἰς ὀδόντας μᾶλλον μὲν τῶν κερατοφόρων (ἔχει γὰρ λοφιάν), ἧττον δὲ τῶν τοιούτων, οἷον ὀρνέων. ἔχουσιν γὰρ ταῦτα καὶ τὴν τῶν ἀνθρώπων· ὃ ἐκείνοις πολλαχῇ διὰ πλῆθος, τοῦτο εἰς κεφαλὴν ἐκδίδωσιν· οὐδὲ γὰρ οὐδὲν ἔχει, οὐδὲ πολὺ οὕτως ὥστε πανταχῇ.

Διὰ τί ἄνθρωπος μόνος τῶν ζῴων πολιὰς ἔχει; ἢ ὅτι τὰ μὲν πλεῖστα τῶν ζῴων ῥυάδα τὴν τρίχα ἀνὰ πᾶν ἔτος ἔχει, οἷον ἵππος, βοῦς, ἔνια δὲ ῥυάδα μὲν οὐκ ἔχει, βραχύβια δέ εἰσιν, καθάπερ πρόβατον καὶ ἄλλα· οὗ ἡ θρὶξ ὥσπερ οὐ γηράσκουσα οὐδὲ πολιοῦται. ὁ δὲ ἄνθρωπος οὐδὲ ῥυάδα ἔχει τὴν τρίχα, μακρόβιόν τέ ἐστιν, ὥστε ὑπὸ τοῦ χρόνου πολιοῦται.

Διὰ τί, ὅσοις τὰ ἀπὸ τοῦ ὀμφαλοῦ κάτω μείζονα ἢ τὰ πρὸς τὰ στήθη, βραχύβιοι καὶ ἀσθενεῖς; ἢ ὅτι ἡ κοιλία ψυχρὰ διὰ μικρότητα, ὥστε οὐ πεπτική, ἀλλὰ περιττωματική; οἱ δὲ τοιοῦτοι νοσακεροί.

Διὰ τί τὰ μὲν γίνεται τῶν ζῴων οὐ μόνον ἐξ ἀλλήλων, ἀλλὰ καὶ αὐτόματα, τὰ δ’ ἐξ ἀλλήλων μόνον, οἷον ἄνθρωπος καὶ ἵππος; ἢ κἂν εἰ καὶ μὴ δι’ ἑτέρας αἰτίας, ἀλλ’ ὅτι τοῖς μὲν ὀλίγος ὁ χρόνος τῆς γενέσεως, ὥστε ἡ γεννητικὴ ὥρα 〈οὐχ〉ὑπερτείνει καὶ ἐνδέχεται γενέσθαι ἐν τῇ μεταβολῇ τῶν ὡρῶν, τῶν δὲ πολὺ ἡ γένεσις ὑπερτείνει· ἐνιαύσιοι γὰρ ἢ δεκάμηνοί εἰσιν· ὥστε ἀνάγκη . . . γίνεσθαι ἢ ἐξ ἀλλήλων γίνεσθαι.

Διὰ τί τῶν Αἰθιόπων οἱ μὲν ὀδόντες λευκοί, καὶ λευκότεροι ἢ τῶν ἄλλων, οἱ δὲ ὄνυχες οὐκέτι; ἢ οἱ μὲν ὄνυχες, ὅτι καὶ τὸ δέρμα μέλαν, καὶ μελάντερον ἢ τῶν ἄλλων, οἱ δὲ ὄνυχες ἐκ τοῦ δέρματος φύονται. οἱ δὲ ὀδόντες λευκοὶ διὰ τί; ἢ ὅτι ἐξ ὧν τὸ ὑγρὸν ἐξάγει ὁ ἥλιος ἄνευ τοῦ ἐπιβάπτειν, λευκαίνεται, οἷον καὶ τὸν κηρόν; τὸ μὲν οὖν δέρμα ἐπιβάπτει, τοὺς δὲ ὀδόντας οὐκ ἐπιβάπτει, ἀλλὰ τὸ ὑγρὸν διὰ τὴν ἀλέαν ἐξατμίζεται ἐξ αὐτῶν.

Διὰ τί τὰ μὲν ἀφαιρουμένης τῆς κεφαλῆς ἀποθνήσκει εὐθὺς ἢ ταχύ, τὰ δὲ οὔ; ἢ ὅσα ἄναιμα καὶ ὀλιγότροφα, τοῦτο πάσχει; οὔτε τροφῆς γὰρ δεῖται ταχύ, οὔτε ἐγχεῖται αὐτῶν τὸ θερμὸν ἐν τῷ ὑγρῷ, ὧν ἄνευ οὐχ οἷόν τε ζῆν τοῖς ἐναίμοις. τούτοις δὲ οἷόν τέ ἐστιν· ἀπνευστὶ ζῆν γὰρ δύνανται πολὺ μᾶλλον. ἡ δὲ αἰτία ἐν ἑτέροις εἴρηται.