De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

17 δὲ καὶ διάρθρωσίν τινα αί καρδίαι παραπλησίαν ταῖς ῥαφαῖς. οὑκ εἰσὶ δὲ συναφεῖς ὥς τινος ἐκ πλειόνων συνθέτου, ἀλλὰ καθάπερ εἴπομεν, διαρθρήσει μᾶλ εἰσὶ δὲ τῶν μὲν αἰσθητικῶν ἀρθρωδέστεραι, τῶν δὲ νωθροτέρων ἀναρθρότεραι,

18 καθάπερ αί τῶν ὑῶν. αἱ δὲ διαφοραὶ τῆς κραδίας κατὰ μέγεθός τε καὶ μικρότητα

73
καὶ σκληρὸτητα τε καὶ μαλακότητα τείνουσί πῃ καὶ πρὸς τὰ ἤθη. τὰ μὲν γὰρ ἀναίσθητα σκληρὰν ἔχει τὴν καρδίαν καὶ πυκνήν, τὰ δʼ αἰσθητικὰ μαλακωτέραν· καὶ τὰ μὲν μεγάλας ἔχοντα τὰς καρδίας δειλά, τὰ δʼ ἐλάσσους καὶ μέσας θαρραλεωὸτερα. τὸ γὰρ συμβαῖνον πάθος ὑπὸ τού φοβεῖσθαι προ῾ϋάρχει τούτοις διὰ τὸ μὴ ἀνάλογον ἔχειν τὸ θερμὸν τῇ καρδίᾳ, μικρὸν δʼ ὄν ἐν μεγάλοις ἀμαυροῦσθαι, καὶ τὸ αἷμα ψυχρὸτερον εἶναι. μεγάλας δὲ τὰς καρδίας ἔχουσι λαγώς, ἔλαφος, μές, ὕαινα, ὄνος, πάρδαλις, γαλὴ, καὶ τἆλλα σχεδὸν πάνθʼ ὅσα φανερῶς δειλἀ ἤ διὰ φόβον κακούργα.