De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

14 ἀλλʼ ὅτι συνώνυμα τοῖς ὅλοις τὰ μέρη, τὴν τάξιν ἀπέλαβεν ἐν τοῖς ὁμοιομερέσι νῦν. εἰσὶ δʼ ἀρχαὶ πάντων τούτων τό τε ὀστοῦν καὶ ἡ σάρξ. ἔτι δὲ περὶ γονῆς καὶ γάλακτος ἀπελίπομεν ἐν τῇ περὶ τῶν ὑγρῶν καὶ ὁμοιομερῶν θεωρίᾳʼ τοῖς γὰρ περὶ γενέσεωος λόγοις ἁρμόττουσαν ἔχει τὴν σκέψιν· τὸ μὲν γὰρ αὐτῶν ἀρχὴ τὸ δὲ τροφὴ τῶν γινομένωνε ἐστίν.

10 Νῦν δὲ λέγωμεν οἷον ἀπʼ ἀρχῆς πάλιν, ἀρξάμενοι πρητον ἀπὸ τῶν πρὸτων. πἀσι γὰρ τοῖς ζῴοις καὶ τελείοις δύο τὰ ἀναγκαιὸτατα μὸρια ἐστιν, ᾖ τε δέχονται τὴν τροφὴν καὶ ᾖ τὸ περίττωμα ἀφήσουσιν· οὔτε γὰρ εἶναι οὔτε αὐξάνεσθαι ἐνδέχεται ἄνευ τροφῆς. τὰ μὲν οὖν φυτά (καὶ γὰρ ταῦτα ζῆν φαμέν) τοῦ μὲν ἀχρήστου περιττήματος οὐκ ἔχει τόπον· ἐκ τῆς γῆς γὰρ λαμβάνει πεπεμμένην τὴν τροφὴν, ἀντὶ δὲ τούτου προῖεται τὰ σπέρματα καὶ τοὺς καρπούς. τρίτον δὲ μέρος ἐν πάσίν ἐστι τὸ τούτων μέσον, ἐν

2 ἡ μὲν οὗν τῶν φυτῶν φύσις οὖσα μόνιμος οὑ πολυειδής ἐστι τῶν ἀνομοιομερῶν· [*](656,a) πρὸς γὰρ ὀλίγας πράξεις ὀλέγων ὀργάνων ἡ χρῆσις· διὸ θεωρητέον καθʼ αὑτὰ περὶ τῆς ἰδέας αὐτῶν. τὰ δὲ πρὸς τῷ ζῆν αἴσθησιν ἔχοντα πολυμορφστέραν ἔχει τὴν ἰδεον, καὶ τούτων ἕτερα πρὸ ἑτέρων μμἀλλον, καὶ πολυχουστέραν, ὅσων μμιὴ μόνον τοῦ ζῆν ἀλλὰ καὶ τού εὺ ζῆν ἡ φύσις μετείληφεν.

τοιούτο δʼ ἐστὶ τὸ τῶν ἀνθρύπων γένοςʼ ἤ γὰρ μόνον μετέχει τού θείου τῶν ἡμῖν γνωρίμων ζῴων, ἢ μάλιστα πάντων. ὥσιε διά τε τοῦτο, καὶ διὰ τὸ γνώριμον εἶναι μάλιστʼ αὐτοῦ τὴν τῶν ἔξωσθεν μορίων

45
μορφήν, περὶ τούτου λεκτέον πρῶτον. εὐθὺς γὰρ καὶ τὰ φύσει μὸρια κατὰ φύσιν ἔχει τούτῳ μὸνῳ, καὶ τὸ τούτου ἄνω πρὸς τὸ τού ὅλου ἔχει ἄνω· μόνον γὰρ ὀρθόν ἐστι τῶν ζῴων ἅνθρωπος.

τὸ μὲν οὖν 4 ἔχειν τὴν κεφαλὴν ἂσαρκον ἐκ τῶν περὶ τὸν ἐγκέφαλον εἰρημένων ἀναγκαῖον συμβέβηκεν. οὐ γὰρ ὤσπερ τινὲς λέγουσιν, ὅτι εἰ σαρκώδης ἦν, μακροβιώτερον ἂν ἦν τὸ γένος· ἀλλʼ εὐαισθησίας ἕνεκεν ἄσαρκον εἶναί φασιν· αἰσθάνεσθαι μὲν γὰρ τῷ ἐγκεφάλῳ, τὴν δʼ αῖσθησιν οὐ προσίεσθαι τὰ μόρια τὰ σαρκὸδη λίαν.

5 τούτων δʼ οὐδέτερόν ἐστιν ἀληθές, ἁλλὰ πολύσαρκος 5 μὲν ὁ τόπος ον ὁ περὶ τὸν ἐγκέφαλον τοὐναντίον ἄν ἀπειργάζετο οὐ νεκα ὑπάρχει τοῖς ζῴοις ὁ ἐγκέφαλος (οὐ γὰρ ἂν ἐδύνατο καταψύχειν ἀλεαίνων αὐτὸς λίαν), τῶν τʼ αἰσθήσεων οὐκ αἴτιος οὐδεμιἀς, ὅς γε ἀναίσθητος καὶ αὐτός ἐστιν ὧσπερ ὁτιοῦν τῶν περιττωμάτων. ἀλλʼ οὐχ εὺρίσκοντες διἀ τίνα αἰτίαν ἔνιαι τΘν αἰσθήσεων ἐν τῇ κεφαλῇ τοῖς ζῴοις εἰσί, τοῦτο δ ʼ ὁρῶντες ἰδιαίτερον ὄν τῶν ἄλλων μορίων, ἐκ συλλογισμοῦ πρὸς ἄλληλα συνδυάζουσιν.

ὅτι μὲν οὖν ἀρχὴ τῶν αἰσθήσεωόν ἐστιν ὁ 6 περὶ τὴν καρδίαν τόπος, διωρισται πρὸτερον ἐν τοῖς περὶ αἰσθήσεωςςʼ καὶ διότι αἱ μὲν δύο φανερῶς ἠρτημέναι πρὸς τὴν καρδίαν εἰσίν, ἢ τε τῶν ἀπτῶν καὶ ἡ τῶν χυμῶν, τῶν δὲ τριῶν ἡ μὲν τῆς ὀσφρήσεως μέση, ἀκοὴ δὲ καὶ ὄψις μάλιστʼ ἐν τῇ κεφαλῇ διὰ τὴν τῶν αἰσθητηρίων φύσιν εἰσί, καὶ τούτων ἡ ὄψις πᾶσιν, ἐπεὶ ἦ γʼ ἀκοὴ καὶ ἡ ὄσφρησις ἐπὶ τῶν ἐχθύων καὶ τάν τοιούτων ποιεῖ τὸ λεγόμενον φανερόν· ἀκούουσι μὲν γὰρ καὶ ὁσφραίνονταε, αἰσθητήριον δʼ οὐδὲν ἔχουσι φανερὸν ἐν τῇ κεφαλῇ τούτων τῶν αἰσθητῶν. ῶν. ἡ δʼ ὄψις πἀσι τοῖς ἔχουσιν εὐλόγως ἐστὶ περὶ

46
τὸν ἐγκέφαλον· ὁ μὲν γὰρ ὑγρὸς καὶ ψυχρός, ἡ δʼ. [*](b) ὕδωρ τὴν φύσιν ἐστίν· τούτο γὰρ τῶν διαφανῶν εὐφυλακτότατόν ἐστιν.