De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

7 ἔτι δὲ τὰς ἀκριβεστέρας τῶν αἰσθήσεων διὰ τῶν καθαρώτερον ἐχόντων τὸ αἷμα μορίων ἀναγκαῖον ἀκριβεστέρας γίνεσθαι· ἐκκύπτει γὰρ ἡ τῆς ἐν τῷ αἵματι θερμότητος κίνησις τὴν αἰσθητικὴν ἐνέργειαν· διὰ ταύτας τὰς αἰτίας ἐν τὴ κεφαλ ῇ τούτων τὰ αἰσθητήριά ἐστιν. οὐ μόνον δʼ ἐστὶ τὸ ἔμπροσθεν ἄσαρκον, ἀλλὰ τὸ ὄπισθεν της κεφαλῆς, διὰ τὸ πᾶσι τοῖς ἕχουσιν αὐτὴν ὀρθότατον δεῖν εἶναι τούτο τὸ μόριον· οὐδὲν γὰρ ὀρθοῦσθαι δύναται φορτίον ἔχον, ἢν δʼ ἂν τοιοὺτον, εί σεσαρκωμένην εἶχε τὴν κεφαλήν. ᾖ καὶ δῆλον ὅτι οὐ τῆς τού ἐγκεφάλου αἰσθήσεως χάριν ἄσαρκος ἡ κεφαλή ἐστιν· τὸ γὰρ ὄπισθεν οὐκ ἔχει ἐγκέφαλον, ἄσαρκον δʼ ὁμοίως.

8 ἔχει δὲ καὶ τὴν ἀκοὴν εὐλόγως ἔυια τῶν ζῷόων ἐν τῷ τόπῳ τῷ περὶ τὴν κεφαλήν· τὸ γὰρ κενὸν καλούμενον ἀέρος πλῆρές ἐστι, τὸ δὲ τὴς ἀκοῆς αίσθητήριον ἀέρος εἶναί φαμεν. ἐκ μὲν σὖν τῶν ὀφύθαλμῶν οἱ πόροι φέρουσιν εἰς τἀς περὶ τὸν ἐγκέφαλον φλέβας· πάλιν δʼ ἐκ τῶν ὤτων ὡσαύτως πόρος εἰς τούπισθεν συνάπτει. ἕστι δʼ οὔνʼ ἄναιμον οὐδὲν αίσθητικὸν οὔτε τὸ αἷμα , ἀλλὰ τῶν ἐκ τούτου τι. διόπερ οὐδὲν ἐν τοῖς ἐναίμοις ἅναιαον αίσθητικόν, οὐδʼ αὐτὸ τὸ αἷμα· οὐδὲν γὰρ τῶν ζῷων μόριον.

9 ἔχει δʼ ἐν τᾧ ἔμπροσθεν τὸν ἐγκέφαλον πάντα τὰ ἔχοντα τούτο τὸ μόριον, διὰ τὸ ἔμπροσθεν εἶναι ἑο ὅ αἰσθάνεται, τὴν δʼ αἴσθησιν ἀπὸ τῆς καρδίας, ταύτην δʼ εἶναι ἐν τσῖς ἔμπροσθεν, καὶ τὸ αίσθάνεσθαι διὰ τῶν ἐναίμων γίνεσθαι μορίων, φλεβῶν δʼ εἶναι κενὸν τὸ ὄπισθεν κύτος. τέτακται δὲ τὸν τρόπον τοῦτον τὰ αὐσθητήρια τῇ φύσει καλῶς, τὰ

47
μὲν τῆς ἀκοῆς ἐπὶ μέσης τῆς περιφερείας (ἀκούει, γὰρ οὐ μόνον κατʼ εὐθυωρίαν ἀλλὰ πάντοθεν), ἡ δʼ ὄψις εἰς τὸ ἔμπροσθεν (ὁρᾷ γὰρ κατʼ εὐθυωρίαν, ἡ δὲ κίνησις εἰς τὸ ἔμπροσθεν, προορᾶν δὲ δεῖ ἐφʼ ὃ ἡ κίνησις). ἡ δὲ τῆς ὀσφρήσεως μεταξὺ τῶν ὀμμάτων εὐλόγως. διπλοῦν μὲν γάρ ἐστιν ἕκαστον τῶν αἰσθητηρίων διὰ τὸ διπλοῦν εἶναι τὸ σῶμα, τὸ μὲν δεξιὸν τὸ δʼ ἀριστερόν.

ἐπὶ μὲν οὖν τῆς ἁρῆς τοῦτʼ 10 ἄδηλον· τούτου δʼ αἴτιον ὅτι οὐκ ἔστι τὸ πρῶτον αἰσθητήριον ἡ σάρξ καὶ τὸ τοιοῦτον μὸριον, ἀλλʼ ἐντός. ἐπὶ δὲ τῆς γλώττης ἠττον μέν, μᾶλλον δʼ ἢ ἐπὶ [*](657,a) τῆς ἁψῆς· ἔστι γὰρ οἷον ἁρή τις καὶ αὕτη ἡ αἴσθησις. ὅμως δὲ δῆλον καὶ ἐπὶ ταύτης· φαίνεται γὰρ ἐσχισμένη. ἐπὶ δὲ τῶν ἄλλων αἰσθητηρίων φανερωτέρως ἐστὶν ἡ αἴσθησις διμερής· ὦτά τε γὰρ δύο καὶ ὄμματα καὶ ἡ τῶν μυκτήρων δύναμις διφυής ἐστιν.

ἄλλον οὖν ἄν τρόπον κειμένη καὶ διεσπασμένη, 11 καθάπερ ἡ τῆς ἀκοῆς, οὐκ ἂν ἐποίει τὸ αὑτῆς ἔργον, οὐδὲ τὸ μόριον ἐν ᾧ ἐστίν· διὰ γὰρ τῆς ἀναπνοῆς ἡ αἴσθησις τοῖς ἔχουσι μυκτῆρας, τοῦτο δὲ τὸ μὸριον κατὰ μέσον καὶ ἐν τοῖς ἔμπροσθέν ἐστιν. διόπερ εἰς μέσον τῶν τριῶν αἰσθητηρίων συνήγαγεν ἡ φύσις τοὺς μυκτὴρας, οἷον ἐπὶ στάθμην θεῖσα μίαν ἐπὶ τὴν τῆς ἀνατνοῆς κίνησιν. καλῶς δὲ καὶ τοῖς ἄλλοις ἔχει ταῦτα τὰ αἰσθητήρια ζῴοις πρὸς τὴν ἰδίαν φύσιν ἑκάστῳ.

τὰ 11 μὲν γὰρ τετράποδα ἀπηρτημένα ἔχει τὰ ὦτα καὶ ἄνωθεν τῶν ὀμμάτων, ὡς δόξειεν ἄν. οὐκ ἔχει δέ, ἀλλὰ φαίνεται διὰ τὸ μὴ ὀρθὰ εἶναι τὰ ζῷα ἀλλὰ κύπτειν. οὕτω δὲ τὸ πλεῖστον κινουμένσσν χρήσιμα μετεωρὸτερα τʼ ὄντα καὶ κινούμενα· δέχεται γὰρ στρεφόμενα πάντσθεν τοὺς ψόφονς μᾶλλον.

48

12 οἱ δʼ ὄρνιθες τοὺς πόρους μόνον ἔχουσι διὰ τὴν τού δέρματος σκληρότητα, καὶ τὸ ἔχειν μὴ τρίχας ἀλλὰ πτερωτὰ εἶναι· οὐκ οὑν ἔχει τοιαύτην ὕλην ἐξ ἧς ἂν ἕπλασε τὰ ὡτα. ὁμοίως δὲ καὶ τῶν τετραπόδων τὰ ῴοτόκα καὶ φολιδωτά· ὁ γὰρ αύτὸς ἁρμόσει καὶ ἐπʼ ἐκείνων λόγος. ἔχει δὲ καὶ ἡ φύόκη τῶν ζῳοτόκων οὐκ ὖτα ἀλλὰ πόρους ἀκοῆς, διὰ τὸ πεπηρωμένον εἶναι τετράπουν.