Mechanica

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Διὰ τί οἱ ἀνιστάμενοι πάντες πρὸς ὀξεῖαν γωνίαν τῷ μηρῷ ποιήσαντες τὴν κνήμην ἀνίστανται, καὶ τῷ θώρακι πρὸς τὸν μηρόν ; εἰ δὲ μή, οὐκ ἂν δύναιντο ἀναστῆναι. Πότερον ὅτι τὸ ἴσον ἠρεμίας πανταχοῦ αἴτιον, ἡ δὲ ὀρθὴ γωνία τοῦ ἴσου, καὶ ποιεῖ στάσιν· διὸ καὶ φέρεται πρὸς ὁμοίας γωνίας τῇ περιφερείᾳ τῆς γῆς.

Οὐ γὰρ ὅτι καὶ πρὸς ὀρθὴν ἔσται τῷ ἐπιπέδῳ. Ἣ ὅτι ἀνιστάμενος γίνεται ὀρθός, ἀνάγκη δὲ τὸν ἑστῶτακάθετον εἶναι πρὸς τὴν γῆν. Εἰ οὖν μέλλει ἔσεσθαι πρὸς ὁρθήν, τοῦτο δέ ἐστι τὸ τὴν κεφαλὴν ἔχειν κατὰ τοὺς πόδας, καὶ γίνεσθαι δὴ ὅτε ἀνίσταται. Ὄταν μὲν οὖν καθήμενος ᾖ, παράλληλον ἔχει τὴν κεφαλὴν καὶ τοὺς πόδας, καὶ οὐκ ἐπὶ μιᾶςεὐθείας.

Ἡ κεφαλὴ Α ἔστω, θώραξ

Α Β, μόρος Β Γ, κνήμη Γ Δ. Πρὸς ὀρθὴν δὲ γίνεται ὅ τε θώραξ [ἐφ’ ὦν Α Β] τῷ μηρῷ καὶ ὁ μηρὸς τῇ κνήνμη οὕτως καθημένῳ. Ὤστε οὕτως ἔχοντα ἀδύνατον ἀναστῆναι. Ἀνάγκη δὲ ἐγκλῖναι τὴν κνήμην καὶ ποιεῖν τοὺς πόδας ὑπὸ τὴν κεφαλήν.

Τοῦτο δὲ ἔσται, ἐὰν ὁ Γ Δ ἐφ’ ἦς τὰ Γ Ζ γένηται, καὶ ἅμα ἀναστῆναι συμβήσεται, καὶ ἔχειν ἐπὶ τῆς αὐτῆς ἴσης τὴν κεφαλήν τε καὶ τοὺς πόδας. Ἡ δὲ Γ Ζ ὀξεῖαν ποιεῖ γωνίαν πρὸς τὴν Β Γ.