Mechanica

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Διὰ τί ἐπὶ τοῖς φρέασι τὰκηλώνεια ποιοῦσι τοῦτον τὸν τρόπον ; προστιθέασι γὰρ βάρος ἐν τῷ ξύλῳ τὸν μόλιβδον, ὄντος βάρους τοῦ κάδου αὐτοῦ, καὶ κενοῦ καὶ πλήρους ὄντος. Ἥ ὅτι ἐν δυσὶ χρόνοις διῃρημένου τοῦ ἔργου (βάψαι γὰρ δεῖ, καὶ τοῦτ’ ἄνω ἑλκύσαι) συμβαίνει καθιέναι μὲν κενὸν ῥᾳδίως, αἴρειν δὲ πλήρη χαλεπῶς;

Λυσιτελεῖ οὖν μικρῷ βραδύτερον εἶναι τὸ καταγαγεῖν πρὸς τὸ πολὺ κουφίσαι τὸ βάρος ἀνάγοντι. Τοῦτο οὖν ποιεῖ ἐπ’ ἄκρῳτῷ κηλωνείῳ ὁ μόλιβδος προσκείμενος ἢὁ λίθος. Καθιμῶντι μὲν γὰρ

γίνεται βάρος μεῖζονἢ εἰ μόνον κενὸν δεῖ κατάγειντὸν κάδον· ὅταν δὲ πλήρης ᾖ, ἀνάγει ὁ μόλβδος, ἢ ὅ τι ἄν ᾖ τὸ προσκείμενον βάρος. Ὤστ’ ἐστὶ ῥᾷον αὐτῷ τὰ ἄμφωἢ ἐκείνῳ.

Διὰ τί, ὅταν φέρωσιν ἐπὶ ξύλου ἤ τινος τοιούτου δύο ἄνθρωποι ἴσον βάρος, οὐχ ὁμοίως θλίβονται, ἐὰν μὴ ἐπὶ τῷ μέσῳ ᾖ τὸ βάρος, ἀλλὰ μᾶλλον ὅσῳ ἄν ἐγγύτερον ᾖ τῶν φερόντων; Ἥ διότι μοχλὸς μὲν γίνεταιοὕτως ἐχόντωντὸ ξύλον, τὸ δὲ βάρος ὑπομόχλιον, ὁ δὲ ἐγγύτερος τοῦ βάρους τῶν φερόντων τὸ βάρος τὸ κινούμενον, ἄτερος δὲ τῶν φερόντων τὸ βάρος ὁ κινῶν.

Ὄσῳ γὰρ πλέον ἀπέχει τοῦ βάρους,τοσούτῳ ῥᾷον κινεῖ, καὶ θλίβει μᾶλλον τὸν ἕτερον εἰς τὸ κάτω, ὥσπερ ἀντερείδοντος τοῦ βάρους τοῦ ἐπικειμένου καὶ γινομένου ὑπομοχλίου. Ἐν μέσῳ δὲ ὑποκειμένου τοῦ βάρους, οὐδὲν μᾶλλον ἅτερος θατέρῳ γίνεται βάρος, οὐδὲ κινεῖ, ἀλλ’ ὁμοίως ἑκάτερος ἑκατέρῳ γίνεται βάρος.