Mechanica

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Διὰ τί, ἐὰν λίαν μακρὸν τὸ αὐτὸ βάρος, χαλεπώτερον φέρειν ἐπὶ τοῦ ὤμου, κἂν μέσον φέρῃ τις, ἢ ἐὰν ἔλαττον ᾖ ; Πάλαι ἐλέχθη ὡς οὐκ ἔστιν αἴτιον ἢ σάλευσις· ἀλλ’ ἢ σάλευσις νῦν αἴτιόν ἐστιν. Ὄταν γὰρ ᾖ μακρότερον, τὰ ἄκρα σαλεύεται, ὥστε εἴη ἂν καὶ τὸν φέροντα χαλεπώτερον φέρειν μᾶλλον.

Αἴτιον δὲ τοῦ σαλεύεσθαι μᾶλλον, ὅτι τῆς αὐτῆς κινήσεως οὔσης μεθίσταται τὰ ἄκρα, ὅσῳπερ ἂν μακρότερον τὸ ξύλον. Ὄ μὲν γὰρ ὦμος κέντρον, ἐφ’ οὖ τὸ Α (μένει γὰρ τοῦτο), αἱ δὲ Α Β καὶ Α Γ αἱ ἐκ τοῦ κέντρου. Ὄσῳ δ’ ἂν ᾖ μεῖζον τὸ ἐκ τοῦ κέντρου ἢ τὸ Α Β ἢ καὶ τὸ Α Γ, πλέον μεθίσταται μέγεθος. Δέδεικται δὲ τοῦτο πρότερον.

Διὰ τί ἐπὶ τοῖς φρέασι τὰκηλώνεια ποιοῦσι τοῦτον τὸν τρόπον ; προστιθέασι γὰρ βάρος ἐν τῷ ξύλῳ τὸν μόλιβδον, ὄντος βάρους τοῦ κάδου αὐτοῦ, καὶ κενοῦ καὶ πλήρους ὄντος. Ἥ ὅτι ἐν δυσὶ χρόνοις διῃρημένου τοῦ ἔργου (βάψαι γὰρ δεῖ, καὶ τοῦτ’ ἄνω ἑλκύσαι) συμβαίνει καθιέναι μὲν κενὸν ῥᾳδίως, αἴρειν δὲ πλήρη χαλεπῶς;