Mechanica

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Διὰ τί χαλεπώτερον τὰ μακρὰ ξύλαἀπ’ ἄκρου φέρειν ἐπὶ τῷ ὥμῳ ἢ κατὰ τὸ μέσον, ἴσου τοῦ βάρους ὄντος; Πότερον ὅτι σαλευομένου τοῦ ξύλου τὸ ἄκρον κωλύει φέρειν, μᾶλλον ἀντισπῶν τῇ σαλεύσει τὴν φοράν; Ἣ κἂν μηθὲν κάμπτηται μηδ’ ἔχῃ πολὺ μῆκος, ὅμως χαλεπώτερον φέρειν ἀπ’ ἄκρου; ἀλλ’ ὅτι καὶ ῥᾷον αἴρεται ἀπ’ ἄκρου ἢ ἐκ μέσου, διὰ τὸ αὐτὸ καὶ φέρειν οὕτω ῥᾴδιον.

Αἴτιον δὲ ὅτι ἐκ μέσου μὲν αἰρόμενον ἀεὶ ἐπικουφίζει ἄλληλα τὰ ἄκρα, καὶ θάτερον μέρος τὸ ἐπὶθάτερον εὗ αἴρει. Ὤσπερ γὰρ κέντρον

γίνεται τὸ μέσον, ᾖ ἔχει τὸ αἶρον ἢ φέρον. Εἰς τὸ ἄνω οὖν κουφίζεται ἑκάτερον τῶν ἄκρων εἰς τὸ κάτω ῥέπον.

Ἀπὸ δὲ τοῦ ἄκρον αἰρόμενον ἢ φερόμενον οὐ ποιεῖ τοῦτο, ἀλλ’ ἅπαν τὸ βάρος ῥέπει ἐφ’ ἓν μέσον, εἰς ὅπερ αἴρεται ἢ φέρεται.Ἕστω μέσον ἐφ’ οὔ Α, ἄκρα Β Γ. Αἰρομένου οὖν ἢ φερομένου κατὰ τὸ Α, τὸ μὲν Β κάτω ῥέπον ἄνω αἴρει τὸ Γ, τὸ δὲ Γ κάτω ῥέπον τὸ Β ἄνω αἴρει· ἄμα δὲ αἰρομένα ἄνω ποιεῖ ταῦτα.