Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

μεγαλοπρέπεια δʼ ἐστὶν μεσότης σαλακωνείας καὶ μικροπρεπείας. ἔστιν δʼ ἡ μεγαλοπρέπεια περὶ δαπάνας ἂς [*](1192b) τῷ πρέποντι γίνεσθαι προσήκει. ὅστις μὲν οὖν δανανᾷ οὗ μὴ δεῖ, σαλάκων, οἷον εἴ τις ἑστιᾷ ἐρανιστὰς ὡς ἂν γάμους τις ἑστιῶν, ὁ τοιοῦτος σαλάκων (ὁ γὰρ σαλάκων τοιοῦτός ἐστιν, ὁ ἐν ᾧ μὴ δεῖ καιρῷ ἐνδεικνύμενος τὴν ἑαυτοῦ εὐπορίαν)·

ὁ δὲ μικροπρεπὴς ὁ ἐναντίος τούτῳ, ὃς οὗ δεῖ μὴ μεγαλείως δαπανήσει, ἢ τοῦτο μὴ ποιῶν, οἷον εἰς γάμους ἢ χορηγίαν δαπανῶν, μὴ ἀξίως ἀλλʼ ἐνδεῶς, ὁ τοιοῦτος μικροπρεπής.