Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἡ δὲ μεγαλοπτρέπεια καὶ ἀπὸ τοῦ ὀνόματος φανερά ἐστιν οὖσα τοιαύτη οἵαν λέγομεν· ἐπεὶ γὰρ ἐν τῷ καιρῷ τῷ πρέποντι τὸ μέγα δαπανᾷ, ὀρθῶς τῇ μεγαλοπρεπείᾳ τοὔνομα κεῖται. ἡ μεγαλοπρέπεια ἄρα ἂν εἴη, ἐπειδή ἐστιν ἐπαινετή, μεσότης τις ἐλλείψεως καὶ ὑπερβολῆς τῆς περὶ δαπάνας τὰς προσηκούσας, ἐν οἷς δεῖ εἰσὶ δέ, ὡς οἴονται, καὶ πλείους μεγαλοπρέπειαι, οἷόν φασι μεγαλοπρεπῶς τʼ ἐβάδισε, καὶ ἄλλαι δὴ τοιαῦται [*](37–1292b, 17 = E. E. 1233a, 31–b, 15. E. N. 1122a, 18–1123a, 33.) [*](μὴ KbAld. (μητ᾿ P2) ‖ 33. ἢ] ἧς Ald, prb. Scaliger (fors. recte), οἷσ pr. Kb (crx. rc.) ‖ ἢ] ἧι pr. Kb (cx. rc), ἧς Scaliger (fors. recte), om. P2 ‖ 35. ὅτι om. ‖ 37. σαλακωνείας PbCc, σαλακονείας Mb, σαλακωνίας Schol. Plat. de rep. VI. 495 E, ἀλαζονείας 1 Va. ‖ 1192b, 2 et 3. σαλάκων] ἀλαζών Π1Va. ‖ 3. σαλάκων alterun om. KbAld. Va., ἀλαζών P2 ‖ 5. οὗ Π1CvVa., οὐ KbAld., οὗ P2 ‖ σὴ P2 ‖ μὴ—7. ἀξίως corrupta ‖ μὴ post μεγαλείως tri. Va. Spengelius, om. KbP2 ‖ 6. μὴ] μὲν Casaubonus, prb. Spengelius, non vert. Va. ‖ 〈ἡδέως〉 ποιῶν aut ἡδέως Bonitzius ‖ 7. ἀξίως 〈δʼ〉Casaubonus, prb. Spengelius ‖ 9. οἵαν Scaliger, οἷον Π et editiones ‖ 10. δαπανᾷ Bonitzius, δέον εἷναι Kb P2 Bk. Bu., δεῖ εἷναι Π2, δέσν ἐστί Ald., factum Va. ‖ 13. ἐν οἷς] ἐνίοις Π1 (crx. rc. Kb) Va. ‖ δεῖ εἰσὶ δέ] δέ εἰσιν Π1 (δὲ εἰεὶ P2) Va. )

35
μεγαλοπρέπειαι μεταφοραῖς λέγονται, οὐ κυρίως· οὐ γάρ ἐστιν ἐν τούτοις μεγαλοπρέπεια, ἀλλʼ ἐν οἷς εἰρήκαμεν..

νέμεσις δέ ἐστιν μεσότης φθονερίας καὶ ἐπιχαιρεκακίας· ἀμφότεραι γὰρ αὗται ψεκταὶ εἰσίν, ὁ δὲ νεμεσητνκὸς ἐπαινετός. ἔστι δʼ ἡ νέμεσις περὶ ἀγαθά, ἃ τυγχάνει ὑπάρχοντα ἀναξίῳ ὄντι, λυπή τις. νεμεσητικὸς οὖν ὁ ἐπὶ τοῖς τοιούτοις λυπητικός. καὶ ὁ αὐτός γε πάλιν οὗτος λυπήσεται, ἄν τινα ἴδῃ κακῶς πράττοντα ἀνάξιον ὄντα. ἡ μὲν οὖν νέμεσις καὶ ὁ νεμεσητικὸς ἴσως τοιοῦτος, ὁ ὀέ γε φθονερὸς ἐναντίος τούτῳ. ἁπλῶς γάρ, ἄν τε ἄξιός τις ἄν τε μὴ τοῦ εὖ πράττειν, λυπήσεται. ὁμοίως τούτῳ ὁ ἐπιχαιρέκακος ἡσθήσεται κακῶς πράττοντι καὶ τῷ ἀξίῳ καὶ τῷ ἀναξίῳ. ὁ δέ γε νεμεσητικὸς οὔ [τοιοῦτος], ἀλλὰ μέσος τίς ἐστι τούτων.