Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

— πάλιν δʼ αὖ εἰσιν ἀνδρεῖοι ἐκ τοῦ ἐναντίου τῆς ἐμπειρίας· οἱ γὰρ ἄπειροι τῶν ἐκβησομένων οὐ φοβοῦνται διὰ τὴν ἀπειρίαν. οὐδὲ δὴ οὐδὲ τούτους φατέον ἀνδρείους.

— εἰσὶν δʼ αὗ ἄλλοι δοκοῦντες ἀνδρεῖοι εἶναι διὰ τὰ πάθη, οἷον οἱ ἐρῶντες ἢ οἱ ἐνθουσιάζοντες. οὐδὲ δὴ τούτους φατέονἀνδρείους εἶναι· ἐὰν γὰρ αὐτῶν τὸ πάθος ἀφαιρεθῇ, οὐκέτι εἰσὶν ἀνδρεῖοι, δεῖ δὲ τὸν ἀνδρεῖον [*](1191 a) ἀεὶ εἶναι ἀνδρεῖον.

διὸ οὐδὲ τὰ θηρί οἷον τοὺς σῦς οὐκ ἄν τις εἴποι ἀνδρείους διὰ τὸ ἀμύνεσθαι, ἐπειδὰν πληγέντες λυπηθῶσιν, οὐδὲ δεῖ τὸν ἀνδρεῖον διὰ [τὸ] πάθος εἶναι ἀνδρεῖον. —

πάλιν ἔστιν ἄλλη ἀνδρεία πολιτικὴ δοκοῦσα εἶναι, οἷον εἰ διʼ αἰσχύνην τὴν πρὸς τοὺς πολίτας ὑπομένουσι τοὺς κινδύνους καὶ δοκοῦσιν ἀνδρεῖοι εἶναι. σημεῖον δὲ τούτου· καὶ γὰρ Ὅμηρος πεποίηκε τὸν Ἕκτορα λέγοντα

  • ῾῾ Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
  • διὸ οἴται δεῖν μάχεσθαι. οὐδὲ δὴ τὴν τοιαύτην φατέον εἶναι· ὁ
    30
    γὰραὐτὸς ἐφʼ ἑκάστῳ τούτων διορισμὸς ἁρμόσει. οὗ γὰρ ἀφαιρουμένου μὴ διαμένει ἡ ἀνδρεία, οὐκ ἂν εἴη ἔτι ἀνδρεῖας· ἂν οὖν τὴν αἰσχύνην περιέλω διʼ ἥν ἦν ἀνδρεῖος, οὐκέτι ἔσται ἀνδρεῖος