Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

—ἔτι καὶἄλλως εἰσὶν ἀνδρεῖοι δοκοῦντες εἶναι οἱ διʼ ἐλπίδα καὶ προσδοκίαν ἀγαθοῦ. οὐδὲ δὴ τούτους φατέον εἶναι ἀνδρείους, ἐπειδὴ τοὺς τοιούτους καὶ ἐν τοῖς τοιούτοις ἀνδρείους λέγειν ἄτοπον φαίνεται.

οὐδένα οὖν τῶν τοιούτων ἀνδρεῖον θετέον εἶναι· τὸν [ὁ]ποῖρν οὖν ἀνδρεῖον, καὶ τίς ὁ ἀνδρεῖος σκεπτέον.

ὡς ἀπλῶς μὲν εἰπεῖν, ὁ διὰ μηθὲν τῶν προςιρημένων ἀνδρεῖος ὤν, ἀλλὰ διὰ τὸ νομίζειν αὐτὸ εἶναι καλόν, καὶ τοῦτο ποιῶν κἂν παρ τις κἂν μὴ παρῇ.

οὐδὲδὴ παντελῶς ἄνευ πάθουςκαὶ ὁρμῆς έγγίγνεται ἡ ἀνδρεία. δεῖ δὲ τὴν ὁρμὴν γίνεσθαι ἀπὸ τοῦ λόγου διὰ τὸ καλόν. ὁ δὴ ὁρμῶν διὰ λόγον ἕνεκεν τοῦ καλοῦ ἐπὶ τὸ κινδυνεύειν, ἄφοβος ὢν περὶ ταῦτα, οὗτος ἀνδρεῖος, καὶ ἡ ἀνδρεία περὶ ταῦτα.

ἄφοβος δὲ οὐχ ὅταν οὕτω συμπέσῃ τῷ ἀνδρείῳ ὥστε ὅλως μὴ φοβεῖσθαι. ὁμὲν γὰρ τοιοῦτος οὐκ ἀνδρεῖος, ᾧ ὅλως μηθέν ἐστι φοβερόν· οὕτω μὲν γὰρ 〈ἂν〉 ὁ λίθος εἴη καὶ τἆλλα ἄψυχα ἀνδρεῖα· ἀλλὰ δεῖ φοβεῖσθαι μέν, ὑπομένειν δέ εἰ γὰρ αὖ μὴ φοβούμενος ὑπομένει, οὐκ ἂν εἴη ἀνδρεῖος.

— ἔτι δὲ καὶ ὥσπερ ἐπάνω διειλόμεθα, περὶ φόβους καὶ κινδύνους οὐ πάντας ἀλλὰ τοὺς ἀναιρετικοὺς τῆς οὐσίας.— ἔτι δὲ οὐδʼ ἐν τῷ τυχόντι καὶ παντὶ χρόνῳ, ἀλλʼ ἐν ᾧ οἱ φόβοι καὶ οἱ κίνδυνοι πλησίον εἰσίν. εἰ γάρ τις τὸν εἰς δέκατον ἔτος κίνδυνον μὴ φοβεῖται, οὔπω ἀνδρεῖος· ἔνιοι γὰρ θαρροῦσιν διὰ τὸ μακρὰν ἀπέχειν, ἂν δὲ πλησίον γένωνται, ἀποθνήσκουσιν τῷ δέει.