7 ἑκάστην τῶν ἐν τοῖς ῥηθεῖσι μέρεσιν ἀρχῶν, δῆλον οὖν ὡς ἢ μόνοις ἢ μάλιστα τούτοις ὑπάρχει τῶν ζῴων ἡ κατὰ τόπον κίνησις, ἃ δυσὶν ἢ τέτταρσι ποιεῖται σημείοις τὴν κατὰ τόπον μεταβολήν. ὥστʼ ἐπεὶ σχεδὸν τοῖς ἐναίμοις τοῦτο μάλιστα συμβέβηκε, φανερὸν ὅτι πλείοσί τε σημείοις τεττάρων οὐθὲν οἷόν τε κινεῖσθαι τῶν ἐναίμων ζῴων, καὶ εἴ τι τέτταρσι σημείοις κινεῖσθαι πέφυκε μόνον, ἀναγκαῖον τοῦτʼ εἶναι ἔναιμον. ὁμολογεῖ δὲ τοῖς λεχθεῖσι καὶ τὰ συμβαίνοντα περὶ τὰ ζῷα. τῶν μὲν γὰρ ἐναίμων οὐδὲν εἰς πλείω διαιρούμενον δύναται ζῆν οὐθένα χρόνον ὡς εἰπεῖν, τῆς τε κατὰ τόπον κινήσεως, καθʼ ἣν ἐκινεῖτο συνεχὲς ὂν καὶ μὴ διῃρημένον, οὐ δύναται κοινωνεῖν· τῶν δʼ ἀναίμων τε καὶ πολυπόδων ἔνια διαιρούμενα δύναται ζῆν πολὺν χρόνον ἑκάστῳ τῶν μερῶν, καὶ κινεῖσθαι τὴν αὐτὴν ἥνπερ καὶ πρὶν διαιρεθῆναι κίνησιν, οἷον αἵ τε καλούμεναι σκολόπενδραι καὶ [*](5 πρῶτον ὑπάρχειν S ὑπάρχειν πρ. 6 τὸ ante κάτω om PY 8 δεῖ τʼ S U || ἀφʼ: ἐφʼ PUZ 10 ταῖς ante πρὸς om SUZ 13 ἀρχη τῶν ἐν τοῖς ζώιοις Z || πάντων τῶν 14 τοῦ ἀριστεροῦ Mc 15 τε καὶ SU || δʼ PUZ2Mp: om S Y || ἔχει pr U ἔχει ἐν Y 17 τούτοις τοῖς ζώοις S 20 τε om S U 21 κἂν εἰ PUY || εἰ τι: ἐπεὶ Ζ εἴ τι ἐπεὶ S 25 ζῆν — 27 δύναται om S 26 κινεῖ τὸ συνεχὲς ὃν U τὸ συνέχον P)
29
ἄλλα τῶν ἐντόμων καὶ προμήκων· πάντων γὰρ τούτων καὶ
[*](p. 707 b) τὸ ὄπισθεν μέρος ἐπὶ τὸ αὐτὸ πσιεῖται τὴν πορείαν τῷ ἔμπροσθεν. αἴτιον δὲ τοῦ διαιρούμενα ζῆν ὅτι, καθάπερ ἂν εἴ τι συνεχὲς ἐκ πολλῶν εἴη ζῴων συγκείμενον, οὕτως ἕκαστον αὐτῶν συνέστηκε. φανερὸν δὲ τοῦτο ἐκ τῶν πρότερον εἰρημένων, διότι τοῦτον ἔχει τὸν τρόπον. δυσὶ γὰρ ἢ τέτταρσι κινεῖσθαι πέφυκε σημείοις τὰ μάλιστα συνεστηκότα κατὰ φύσιν, ὁμοίως δὲ καὶ τῶν ἐναίμων ὅσα ἄποδά ἐστι. καὶ γὰρ ταῦτα κινεῖται τέτταρσι σημείοις, διʼ ὧν τὴν κίνησιν ποιεῖται. δυσὶ γὰρ χρώμενα προέρχεται καμπαῖς· τὸ γὰρ δεξιὸν καὶ ἀριστερὸν τὸ πρόσθιον καὶ ὀπίσθιον ἐν τῷ πλάτει ἐστὶν ἐν ἑκατέρᾳ τῇ καμπῇ αὐτοῖς, ἐν μὲν τῷ πρὸς τὴν κεφαλὴν μέρει τὸ πρόσθιον σημεῖον δεξιόν τε καὶ ἀριστερόν, ἐν δὲ τῷ πρὸς τὴν οὐρὰν τὰ ὀπίσθια σημεῖα. δοκεῖ δὲ δυοῖν σημείοιν κινεῖσθαι, τῇ τʼ ἔμπροσθεν ἁφῇ καὶ τῇ ὕστερον. αἴτιον δʼ ὅτι στενὸν κατὰ πλάτος ἐστίν, ἐπεὶ καὶ ἐν τούτοις τὸ δεξιὸν ἡγεῖται, καὶ ἀνταποδίδωσι κατὰ τὸ ὄπισθεν, ὥσπερ ἐν τοῖς τετράποσι. τῶν δὲ κάμψεων αἴτιον τὸ μῆκος· ὥσπερ γὰρ οἱ μακροὶ τῶν ἀνθρώπων λορδοὶ βαδίζουσι, καὶ τοῦ δεξιοῦ ὤμου εἰς τὸ πρόσθεν ἡγουμένου (τὸ γὰρ ἀριστερὸν ἰσχίον εἰς | τοὔπισθεν μᾶλλον ἀποκλίνει, καὶ τὸ μέσον κοῖλον γίνεται καὶ λορδόν) οὕτω δεῖ νοεῖν καὶ τοὺς ὄφεις κινουμένους ἐπὶ τῇ γῇ λορδούς. σημεῖον δʼ ὅτι ὁμοίως κινοῦνται τοῖς τετράποσιν· ἐν μέρει γὰρ μεταβάλλουσι τὸ κοῖλον καὶ τὸ κυρτόν. ὅταν γὰρ τὸ ἀριστερὸν πάλιν τῶν προσθίων ἡγήσηται, ἐξ ἐναντίας πάλιν τὸ κοῖλον γίνεται· τὸ γὰρ δεξιὸν ἐντὸς πάλιν γίνεται.
[*](31 γὰρ om Z 7Ο7 b 1 ποιεῖ SUZ 3 εἴη om PSU || οὕτως καὶ ἕκ. Y ἂν ἕκ. Z 5 πέφυκε κινεῖσθαι σημείοις PY 7 τῶν ἐναίμων ὅσα U M1: ὅσα anteponunt PY om S 8 ποιεῖται τ. κίνησιν S U 9 καμπαῖς κατὰ τὸ πλεῖστον. τὸ Y 10 καὶ post ἀριστερὸν ll, om Mc recte || τὸ om S UZ || τὸ ὀπίσθιον PY 11 τὴν om S UZ 12 τε om P Y 13 δυσὶ σημείοις PYZ (δυεῖν Z). 15 κατὰ: τὸ Z 19 γὰρ om PS UZ 20 ἀποκλίνεται SZ || καὶ τὸ: τὸ δὲ SC 22 λορδοῖς σημείοις. τὸ δʼ ὅτι PSUZ2S sed τὸ om S 24 πάλιν τὸ ἀριστερὸν PY 25 ἐντὸς: ἐν τοῖς ὀπισθίοις Z) 30
σημεῖον δεξιὸν πρόσθιον ἐφʼ οὗ Α, ἀριστερὸν ἐφʼ οὗ Β, ὀπίσθιον ἀριστερὸν ἐφʼ οὗ Γ. δεξιὸν ἐφʼ οὗ ∠. οὕτω δὲ κινοῦνται τῶν μὲν χερσαίων οἱ ὄφεις, τῶν δʼ ἐνύδρων αἱ ἐγχέλεις καὶ οἱ γόγγροι καὶ αἱ μύρσιναι, καὶ τῶν ἄλλων ὅσα ἔχει τὴν μορφὴν ὀφιωδεστέραν. πλὴν ἔνια μὲν τῶν ἐνύδρων τῶν τοιούτων οὐδὲν ἔχει πτερύγιον, οἷον αἱ μύραιναι, ἀλλὰ χρῆται τῇ θαλάττῃ ὥσπερ οἱ ὄφεις τῇ γῇ καὶ τῇ θαλάττῃ (νέουσι
[*](p. 708a) γὰρ οἱ ὄφεις ὁμοίως καὶ ὅταν κινῶνται ἐπὶ τῆς γῆς) τὰ δὲ δύʼ ἔχει πτερύγια μόνον, οἷον οἵ τε γόγγροι καὶ αἱ ἐγχέλυες καὶ γένος τι κεστρέων, ο γίνονται ἐν τῇ λίμνῃ τῇ ἐν Σιφαῖς. καὶ διὰ τοῦτο ταῖς καμπαῖς ἐλάττοσι κινοῦνται ἐν τῷ ὑγρῷ ἢ ἐν τῇ γῇ τὰ ζῆν εἰωθότα ἐν τῇ γῇ, καθάπερ τὸ τῶν ἐγχελύων γένος. οἱ δὲ δύο πτερύγια ἔχοντες τῶν κεστρέων τῇ καμπῇ ἀνισάζουσιν ἐν τῷ ὑγρῷ τὰ τέτταρα σημεῖα.
8 τοῖς δʼ ὄφεσιν αἴτιον τῆς ἀποδίας τό τε τὴν φύσιν μηθὲν ποιεῖν μάτην, ἀλλὰ πάντα πρὸς τὸ ἄριστον ἀποβλέπουσαν ν ἑκάστῳ ἐκ τῶν ἐνδεχομένων, διασώζουσαν ἑκάστου τὴν ἰδίαν | οὐσίαν καὶ τὸ τί ἦν αὐτῷ εἶναι· ἔτι δὲ καὶ τὸ πρότερον ἡμῖν εἰρημένον, τὸ τῶν ἐναίμων μηθὲν οἷόν τʼ εἶναι πλείοσι κινεῖσθαι σημείοις ἢ τέτταρσιν. ἐκ τούτων γὰρ φανερὸν ὅτι τῶν ἐναίμων ὅσα κατὰ τὸ μῆκος ἀσύμμετρά ἐστι πρὸς τὴν ἄλλην τοῦ σώματος φύσιν, καθάπερ οἱ ὄφεις, οὐθὲν αὐτῶν οἷόν θʼ ὑπόπουν εἶναι. πλείους μὲν γὰρ τεττάρων οὐχ οἷόν τε αὐτὰ πόδας ἔχειν (ἄναιμα γὰρ ἂν ἦν), ἔχοντα δὲ δύο πόδας ἢ τέτταρας σχεδὸν ἦν ἂν ἀκίνητα πάμπαν· οὕτω βραδεῖαν ἀναγκαῖον εἶναι καὶ ἀνωφελῆ τὴν κίνησιν.
Ἅπαν δὲ τὸ ὑπόπουν ἐξ ἀνάγκης ἀρτίους ἔχει τοὺς πόδας· [*](26 πρόσθιον post A YZ 27 ἀριστερὸν ἐφʼ οὗ Γ, δεξιὸν ἐφʼ οὗ ∠ YZMp: δεξιὸν et ἀριστερὸν commutant PS U 29 καὶ τῶν — 31 μύραιναι om U || χρῆται PSU Mp: χρῶνται YZ 708 a 2 οἱ: καὶ οἱ Y Z καὶ P || καὶ om PSU 4 ἐγχέλυες restitui cum SUMp: ἐγχέλεις 6 ἢ ἐν τῇ γῇ om Z 7 πτέρυγας PSUZ 8 τέτταρα; λοιπὰ Z 11 ἐκ add Jaeg || καὶ διασώζουσαν PY || ἑκάστω PZ 18 δὲ: γὰρ Y 19 ἂν ante ἦν S U om Y 20 εἶναι; φαναι Z)
31
ὅσα μὲν γὰρ ἅλσει χρώμενα μόνον ποιεῖται τὴν κατὰ τόπον μεταβολήν, οὐθὲν ποδῶν πρός γε τὴν τοιαύτην δεῖται κίνησιν· ὅσα δὲ χρῆται μὲν ἄλσει, μή ἐστι δʼ αὐτοῖς αὐτάρκης αὕτη ἡ κίνησις ἀλλὰ καὶ πορείας προσδέονται, δῆλον ὡς τοῖς μὲν βέλτιον τοῖς δʼ ὅλως ἀδύνατον πορεύεσθαι. διότι πᾶν ζῷον ἀναγκαῖον ἀρτίους ἔχειν τοὺς πόδας. οὔσης γὰρ τῆς τοιαύτης μεταβολῆς κατὰ μέρος, ἀλλʼ οὐκ ἀθρόῳ παντὶ τῷ σώματι καθάπερ τῆς ἅλσεως, ἀναγκαῖόν ἐστι τοῖς μὲν μένειν μεταβαλλόντων τῶν ποδῶν τοῖς δὲ κινεῖσθαι, καὶ τοῖς ἀντικειμένοις τούτων ποιεῖν ἑκάτερον, μεταβάλλον ἀπὸ τῶν κινουμένων ἐπὶ τὰ μένοντα τὸ βάρος. διόπερ οὔτε τρισὶ
[*](p. 708b) μὲν οὐθὲν οὔθʼ ἑνὶ χρώμενον βαδίζειν οἷόν τε· τὸ μὲν γὰρ οὐθὲν ὅλως ὑπόστημα ἔχει ἐφʼ τὸ τοῦ σώματος ἕξει βάρος, τὸ δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν μόνην, ὥστʼ ἀναγκαῖον αὐτὸ οὕτως ἐπιχειροῦν κινεῖσθαι πίπτειν. ὅσα δὲ πολύποδά ἐστιν, οἷον αἱ σκολόπενδραι, τούτοις δυνατὸν μὲν καὶ ἀπὸ περιττῶν ποδῶν πορείαν γίνεσθαι, καθάπερ φαίνεται ποιούμενα καὶ νῦν, ἄν τις αὐτῶν ἕνα πηρώσῃ τῶν ποδῶν, διὰ τὸ τὴν τῶν ἀντιστοίχων ποδῶν κολόβωσιν ἰᾶσθαι τῷ λοιπῷ πλήθει τῶν ἐφʼ ἑκάτερα ποδῶν· γίνεται γὰρ τούτοις οἷον ἔφελξις τοῦ πεπηρωμένου μορίου τοῖς ἄλλοις ἀλλʼ οὐ βάδισις. οὐ μὴν ἀλλὰ φανερόν γε ὅτι βέλτιον ἂν καὶ ταῦτα ποιοῖτο τὴν μεταβολὴν ἀρτίους ἔχοντα τοὺς πόδας, καὶ μηθενὸς ἐλλείποντος, ἀλλʼ ἀντιστοίχους ἔχοντα τοὺς πόδας· οὕτω γὰρ ἂν αὑτῶν ἀνισάζειν τε δύναιντο τὸ βάρος καὶ μὴ ταλαντεύειν
[*](22 μόνον om PYZ 25 αὕτη ἡ: ἡ τοιαύτη SU (ἡ om S) || δέονται UZ προσδεῖται S 26 ὡς: ὅτι Z ὡς ἔστι SU Y ὡς εἰ P 27 διότι — πόδας om PSU et ut videtur Mp: tanquam glossema del Jaeg 30 τὸ μεταβάλλον Y || μετ. τῶν ποδῶν om PSU 32 διόπερ οὐδὲ (οὐδὲ om PYZ Bekker) τρισὶ μὲν οὐθὲν οὐθενὶ ll: δ. οὔτε τρισὶ μὲν οὐθὲν οὔθʼ ἑνὶ em Jaeg ex Mp 708 b 2 ἐφʼ ὃ PUY ἀφ᾿ οὗ Ζ om S: ἐφʼ Bekker 3 μόνην; πόνον PSUMp (scil. ἕξει) 6 ποδῶν καὶ πορείαν SUZ 9 τούτων Z || ἔφελξις οἷον PZ 10 ἀλλ᾿ οὐ βάδισις del Jaeg 11 φανερόν γε: καὶ φανερὸν U φανερὸν SZ 12 καὶ — 13 πόδας om YZ || ἂν add Jaeg || αὐτῶν μᾶλλον YZ 14 δύναται Z) 32
ἐπὶ θάτερα μᾶλλον, εἰ ἀντίστοιχα ἐρείσματʼ ἔχοι καὶ μὴ κενὴν τὴν ἑτέραν χώραν τῶν ἀντικειμένων. προβαίνει δʼ ἀφʼ ἑκατέρου τῶν μερῶν ἐναλλὰξ πορευόμενον· οὕτω γὰρ εἰς ταὐτὸ τῷ ἐξ ἀρχῆς σχήματι γίνεται ἡ κατάστασις.
Ὅτι μὲν οὖν ἀρτίους ἔχει τοὺς πόδας πάντα, καὶ διὰ 9 τίνʼ αἰτίαν εἴρηται· ὅτι δʼ εἰ μηθὲν ἦν ἠρεμοῦν, οὐκ ἂν ἦν κάμψις οὐδʼ εὔθυνσις, ἐκ τῶνδε δῆλον. ἔστι γὰρ κάμψις μὲν ἡ ἐξ εὐθέος ἢ εἰς περιφερὲς ἢ εἰς γωνίαν μεταβολή, εὔθυνσις δʼ ἡ ἐκ θατέρου τούτων εἰς εὐθύ. ἐν ἁπάσαις δὲ ταῖς εἰρημέναις μεταβολαῖς ἀνάγκη πρὸς ἓν σημεῖον τὴν κάμψιν ἢ τὴν εὔθυνσιν γίνεσθαι. ἀλλὰ μὴν κάμψεώς γε μὴ οὔσης οὔτʼ ἂν πορεία οὔτε νεῦσις οὔτε πτῆσις ἦν. τὰ μὲν γὰρ ὑπόποδα ἐπειδὴ ἐν ἑκατέρῳ τῶν ἀντικειμένων σκελῶν ἐν μέρει ἵσταται καὶ τὸ βάρος ἴσχει, ἀναγκαῖον θατέρου προβαίνοντος θατέρου ποιεῖσθαι κάμψιν. ἴσα τε γὰρ πέφυκεν ἔχειν τῷ μήκει τὰ ἀντίστοιχα κῶλα, καὶ ὀρθὸν δεῖ εἶναι τὸ ὑφεστὸς τῷ βάρει, οἷον κάθετον πρὸς τὴν γῆν. ὅταν δὲ προβαίνῃ, γίνεται ἡ ὑποτείνουσα καὶ δυναμένη τὸ μένον μέγεθος καὶ [*](p. 709 a) τὴν μεταξύ. ἐπεὶ δʼ ἴσα τὰ κῶλα, ἀνάγκη κάμψαι τὸ μένον, ἢ ἐν τῷ γόνατι ἢ ἐν τῇ κάμψει, οἷον εἴ τι ἀγόνατον εἴη τῶν βαδιζόντων. σημεῖον δʼ ὅτι οὕτως ἔχει· εἰ γάρ τις ἐν γῇ --- βαδίζοι παρὰ τοῖχον, ἡ γραφομένη ἔσται οὐκ [*](16 τὴν ante τῶν Z 17 πορευόμενον Mc: πορευόμενα SU τὸ πορευόμενον PYZ 20 πόδας ἔχει SU τοὺς πόδας om Z 22 κάμψις οὐδὲ νεῦσις οὐδʼ Y 24 ἑκατέρου PSU 27 οὔτε πτῆσις ante οὔτε νεῦσις S om UZ 29 ἔχει S U|| μεταβαίνοντος Z 30 γάρ τε PY 31 τὰ: καὶ PSU 709 a 5 ἐν γῇ PSU Y plura Z1, quibus erasis ἐν γῇ scripsit Z2: locus gravitercorruptus et lacuna mutilatus, e Michaele haec fere eruantur necesse est ad lac suppl ἔχων ἐν τῇ κεφαλῇ κάλαμον μετὰ μέλανος (καὶ ἁπτόμενον τοῦ τοίχου) βαδίζοι παρὰ τοῖχον, om ἐν γῇ Mp)
33
εὐθεῖα ἀλλὰ σκολιά, διὰ τὸ ἐλάττω μὲν κάμπτοντος γίνεσθαι τὴν γραφομένην, μείζω δʼ ἱσταμένου καὶ ἐξαίροντος. ἐνδέχεται μέντοι κινεῖσθαι καὶ μὴ ἔχοντος καμπὴν τοῦ σκέλους, ὥσπερ τὰ παιδία ἕρπουσι. καὶ περὶ τῶν ἐλεφάντων ὁ παλαιὸς ἦν λόγος τοιοῦτος, οὐκ ἀληθὴς ὤν. κινεῖται δὲ καὶ τὰ τοιαῦτα κάμψεως γινομένης ἐν ταῖς ὠμοπλάταις ἢ τοῖς ἰσχίοις. ἀλλʼ ὀρθὸν οὐδὲν δύναιτʼ ἂν πορευθῆναι συνεχῶς καὶ ἀσφαλῶς, κινηθείη δʼ ἂν οἷον ἐν ταῖς παλαίστραις οἱ διὰ τῆς κόνεως προϊόντες ἐπὶ τῶν γονάτων· πολὺ γὰρ τὸ ἄνω μέρος, ὥστε δεῖ μακρὸν εἶναι τὸ κῶλον· εἰ δὲ τοῦτο, κάμψιν ἀναγκαῖον εἶναι. ἐπεὶ γὰρ ἕστηκε πρὸς ὀρθήν,
[*](16b) εἰ ἄκαμπτον ἔσται τὸ κινούμενον εἰς τὸ πρόσθεν, ἢ καταπεσεῖται ἐλάττονος τῆς ὀρθῆς γινομένης, ἢ οὐ προβήσεται. εἰ γὰρ ὀρθοῦ ὄντος θατέρου σκέλους θάτερον ἔσταιπροβεβηκός, μεῖζον ἔσται, ἴσον ὄν· δυνήσεται γὰρ τοῦτο τό τʼ ἠρεμοῦν καὶ τὴν ὑποτείνουσαν. ἀνάγκη ἄρα κάμπτεσθαι τό τε προϊόν, καὶ κάμψαν ἅμα ἐκτείνειν θάτερον, ἐκκλίνειν τε καὶ διαβεβηκέναι καὶ ἐπὶ τῆς καθέτου μένειν· ἰσοσκελὲς γὰρ γίνεται τρίγωνον τὰ κῶλα, καὶ ἡ κεφαλὴ γίνεται κατώτερον, ὅταν κάθετος ἐφʼ ἧς βέβηκε. τὰ δʼ ἄποδα τὰ μὲν κυμαίνοντα προέρχεται (τοῦτο δὲ διττῶς συμβαίνει· τὰ μὲν γὰρ ἐπὶ τῆς γῆς, καθάπερ οἱ ὄφεις, τὰς καμπὰς ποιεῖται, τὰ δʼ εἰς τὸ ἄνω, ὥσπερ αἱ κάμπαι), ἡ δὲ κύμανσις καμπή ἐστι·
[*](8 μὴ: οὐκ UZ 10 γίνεται Z 12 δύναται PZ 14 γάρ ἐστι Z 17 ἢ om SU || καταπεσεῖται — γινομένης: ἄκαμκτον ἔσται τὸ κινούμενον Z, εἰ ἄκαμπτον ἔσται τὸ κινούμενον εἰς τὸ πρόσθεν om PSU Bekker εἰ et εἰς τὸ πρόσθεν om Z: verba post θάτερον 18 interpretandi causa ponit Mp, corruptio antiquissima patet, non tamen verba spernenda sunt || ἐλάττονος — γινομένης: ἐκτὸς τῆς καθέτου γινόμενον Y, interpretamentum sane verbi θάτερον 18 irrepsit in sanorum sedem 19 ὂν οὐ δυνήσεται Ζ 20 τότε ci Mp qui legit τό τε ut S: τε om PUYZ 21 κάμψαντα PY κάμψαντα δʼ Z || ἐκκλίνειν — 22 μένειν: τὸν πόδα ἐπὶ τῆς καθέτου μενούσης P om S U Mp verba additamentum recentius ipsius Aristotelis orationi non sine vi inculcatum puto 27 δʼ αὖ SU) 34
τὰ δʼ ἰλυσπάσει χρώμενα, καθάπερ τὰ καλούμενα γῆς ἔντερα καὶ βδέλλαι. ταῦτα γὰρ τῷ μὲν ἡγουμένῳ προέρχεται, τὸ δὲ λοιπὸν σῶμα πᾶν πρὸς τοῦτο συνάγουσι, καὶ τοῦτον τὸν τρόπον εἰς τόπον ἐκ τόπου μεταβάλλουσι. φανερὸν δʼ ὅτι εἰ μὴ αἱ δύο τῆς μιᾶς μείζους ἦσαν, οὐκ ἂν ἐδύναντο κινεῖσθαι τὰ κυμαίνοντα τῶν ζῴων. ἐκταθείσης γὰρ τῆς καμπῆς,
[*](p 709 b) εἰ ἴσην κατεῖχεν, οὐθὲν ἂν προῄεσαν· νῦν δʼ ὑπερβάλλει ἐκταθεῖσα, καὶ ἠρεμήσαντος τούτου ἐπάγει τὸ λοιπόν. ἐν ἀπάσαις δὲ ταῖς λεχθείσαις μεταβολαῖς τὸ κινούμενον ὁτὲ μὲν ἐκτεινόμενον εἰς εὐθὺ προέρχεται, ὁτὲ δὲ συγκαμπτόμενον, τοῖς μὲν ἡγουμένοις μέρεσιν εὐθὺ γινόμενον, τοῖς δʼ ἑπομένοις συγκαμπτόν. ποιεῖται δὲ καὶ τὰ ἁλλόμενα πάντα τὴν κάμψιν ἐν τῷ ὑποκειμένῳ μέρει τοῦ σώματος, καὶ τοῦτον τὸν τρόπον ἔχοντα ἅλλεται. καὶ τὰ πετόμενα δὲ καὶ τὰ νέοντα, τὰ μὲν τὰς πτέρυγας εὐθύνοντα καὶ κάμπτοντα πέταται, τὰ δὲ τοῖς πτερυγίοις, καὶ τούτων τὰ μὲν τέτταρσι τὰ δὲ δυσίν, ὅσα προμηκέστερα τὴν μορφήν, ὥσπερ τὸ τῶν ἐγχελύων γένος· τὴν δὲ λοιπὴν κίνησιν ἀντὶ τῶν δύο πτερυγίων τῷ λοιπῷ τοῦ σώματος καμπτόμενα νεῖ, καθάπερ εἴρηται πρότερον. οἱ δὲ πλατεῖς τῶν ἰχθύων τῇ μὲν τῷ πλάτει χρῶνται τοῦ σώματος ἀντὶ πτερυγίων, τῇ δὲ πτερυγίοις δυσί. τὰ δὲ πάμπαν πλατέα, καθάπερ ὁ βάτος, αὐτοῖς τοῖς πτερυγίοις καὶ ταῖς ἐσχάταις τοῦ σώματος περιφερείαις εὐθύνοντα καὶ κάμπτοντα ποιεῖται τὴν νεῦσιν.