Ἐπεὶ δʼ εἰσὶν αἱ διαστάσεις τὸν ἀριθμὸν ἕξ, αἷς ὁρίζεσθαι 4 πέφυκε τὰ ζῷα, τό τε ἄνω καὶ κάτω καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν, ἔτι δὲ τὸ δεξιὸν καὶ τὸ ἀριστερόν, τὸ μὲν ἄνω καὶ κάτω μόριον πάντʼ ἔχει τὰ ζῶντα. οὐ μόνον γὰρ [*](6 μέρει S κατὰ μέρος 8 ἀποστηριζόμενον om Z 12 πρὸς αὐτὸ PU YMc: πρὸς αὐτὸ SZ (ἑαυτὸ Ζ) 13 τῶ ἀνώ S πρὸς τὸ ἄνω Y 16 οἶ ἔχοντες Z 17 οἱ μὴ Z 18 διαστάσει SU YZ 19 ἐλαχίστοις δυσὶν S U 20 ποιεῖ S U 21 ὡσπερανεὶ τῶ μὲν φέροντι τῶ δὲ φερομένω Z || ὥσπερ εἰ S U 22 τὸ γὰρ μένον P τὸ μένον γὰρ τὸ γὰρ μὲν S || θλίβεται: φαίνεται Z (quod usque cum φέρεται commutatur) 23 ἀμελὲς PS U Mc 24 δύναται Y || τε PYMc: om S UZ || τὴν post καὶ Y Mc: om PSUZ 25 ποιήσαντος S Y πείσοντος P || ἐν om S U || αὑτῷ corr Jaeg; αὐτῶ ll 27 ζῶντα PSUZ Bekker, sed confer quae sequuntur 28 τὸ ante ὄπ. om SU Z ante δεξιὸν et ἀριστερόν om YP || δὲ om P δὲ καὶ SC 29 μόρια (et 28 τὰ μὲν) Ζ)
24
ἐν τοῖς ζῴοις ἐστὶ τὸ ἄνω καὶ κάτω, ἀλλὰ καὶ ἐν τοῖς φυτοῖς. διείληπται δʼ ἔργῳ, καὶ οὐ θέσει μόνον τῇ πρός τε τὴν γῆν καὶ τὸν οὐρανόν. ὅθεν μὲν γὰρ ἡ τῆς τροφῆς διάδοσις καὶ ἡ αὔξησις ἑκάστοις, ἄνω τοῦτʼ ἐστι· πρὸς ὃ δʼ ἔσχατον αὕτη περαίνει, τοῦτο κάτω. τὸ μὲν γὰρ ἀρχή τις,
[*](p. 705 b) τὸ δὲ πέρας· ἀρχὴ δὲ τὸ ἄνω. καίτοι δόξειέ γʼ ἂν τοῖς φυτοῖς οἰκεῖον εἶναι τὸ κάτω μᾶλλον· οὐχ ὁμοίως γὰρ ἔχει τῇ θέσει τὸ ἄνω καὶ κάτω τούτοις καὶ τοῖς ζῴοις. ἔχει δὲ πρὸς μὲν τὸ ὅλον οὐχ ὁμοίως, κατὰ δὲ τὸ ἔργον ὁμοίως. αἱ γὰρ ῥίζαι εἰσὶ τὸ ἄνω τοῖς φυτοῖς· ἐκεῖθεν γὰρ ἡ τροφὴ διαδίδοται τοῖς φυομένοις, καὶ λαμβάνει ταύταις αὐτήν, καθάπερ τὰ ζῷα τοῖς στόμασιν. ὅσα δὲ μὴ μόνον ζῇ ἀλλὰ καὶ ζῷά ἐστι, τοῖς τοιούτοις ὑπάρχει τό τε ἔμπροσθεν καὶ τὸ ὄπισθεν. αἴσθησιν γὰρ ἔχει ταῦτα πάντα, ὁρίζεται δὲ κατὰ ταύτην τό τε ὄπισθεν καὶ τὸ ἔμπροσθεν· ἐφʼ ὃ μὲν γὰρ ἡ αἴσθησις πέφυκε καὶ ὅθεν ἐστὶν ἑκάστοις, ἔμπροσθεν ταῦτʼ ἐστι, τὰ δʼ ἀντικείμενα τούτοις ὄπισθεν. ὅσα δὲ τῶν ζῴων μὴ μόνον αἰσθήσεως κοινωνεῖ, ἀλλὰ δύναται ποιεῖσθαι τὴν κατὰ τόπον μεταβολὴν αὐτὰ διʼ αὑτῶν, ἐν τούτοις δὴ διώρισται πρὸς τοῖς λεχθεῖσι τό τʼ ἀριστερὸν καὶ τὸ δεξιὸν ὁμοίως τοῖς πρότερον εἰρημένοις, ἔργῳ τινὶ καὶ οὐ θέσει διωρισμένον ἑκάτερον αὐτῶν· ὅθεν μὲν γάρ ἐστι τοῦ σώματος ἡ τῆς κατὰ τόπον μεταβολῆς ἀρχὴ φύσει, τοῦτο μὲν δεξιὸν ἑκάστων, τὸ δʼ ἀντικείμενον καὶ τούτῳ πεφυκὸς ἀκολουθεῖν ἀριστερόν. τοῦτο δὲ διήρθρωται μᾶλλον ἑτέροις ἑτέρων. ὅσα μὲν γὰρ ὀργανικοῖς μέρεσι χρώμενα (λέγω δʼ οἷον ποσὶν ἢ πτέρυξιν ἢ τινι ἄλλῳ τοιούτῳ) τὴν εἰρημένην
[*](33 αὔξησίς ἐστιν ἑκάστοις PY 705 b 1 αὐτὴ SU YZ || τὸ: ἡ Ζ || γὰρ om UZ 2 γʼ ἂν Mc: γʼ om PSYZ || ἂν ἐν τοῖς M 5 κατὰ — ὁμοίως om Z 7 ταύτηι Z om αὐτὴν 9 τούτοις καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν M1 10 πάντα ταῦτα PZ 11 δὲ: γὰρ UZ || ἔμπροσθεν καὶ τὸ ὄπ. PY 12 ἐφ᾿ ᾧ SMp 16 δὲ PSUZ 17 δέ τινι PY 18 αὐτῶν ἐστιν Y 20 ἑκάστων S U M cod R et Aldina: ἑκάστῳ PYZ M cod P) 25
μεταβολὴν ποιεῖται, περὶ μὲν τὰ τοιαῦτα μᾶλλον διήρθρωται τὸ λεχθέν· ὅσα δὲ μὴ τοιούτοις μορίοις, αὐτῷ δὲ τῷ σώματι διαλήψεις ποιούμενα προέρχεται, καθάπερ ἔνια τῶν ἀπόδων, οἷον οἵ τε ὄφεις καὶ τὸ τῶν καμπῶν γένος, καὶ πρὸς τούτοις ἃ καλοῦσι ἔντερα γῆς, ὑπάρχει μὲν καὶ ἐν τούτοις τὸ λεχθέν, οὐ μὴν διασεσάψηταί γʼ ὁμοίως. ὅτι δʼ ἐκ τῶν δεξιῶν ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι, σημεῖον καὶ τὸ φέρειν τὰ φορτία πάντας ἐπὶ τοῖς ἀριστεροῖς· οὕτως γὰρ ἐνδέχεται κινεῖσθαι τὸ φέρον, λελυμένου τοῦ κινήσοντος. διὸ καὶ ἀσκωλιάζουσι ῥᾷον ἐπὶ τοῖς ἀριστεροῖς· κινεῖν γὰρ
[*](p. 706a) πέφυκε τὸ δεξιόν, κινεῖσθαι δὲ τὸ ἀριστερόν· ὥστε καὶ τὸ φορτίον οὐκ ἐπὶ τῷ κινήσοντι ἀλλʼ ἐπὶ τῷ κινησομένῳ δεῖ ἐπικεῖσθαι· ἐὰν δʼ ἐπὶ τῷ κινοῦντι καὶ τῇ ἀρχῇ τῆς κινήσεως ἐπιτεθῇ, ἤτοι ὅλως οὐ κινήσεται ἢ χαλεπώτερον. σημεῖον δʼ ὅτι ἀπὸ τῶν δεξιῶν ἡ ἀρχὴ τῆς κινήσεως καὶ αἱ προβολαί· πάντες γὰρ τὰ ἀριστερὰ προβάλλονται, καὶ ἑστῶτες προβεβλήκασι τὰ ἀριστερὰ μᾶλλον, ἂν μὴ ἀπὸ τύχης συμβῇ. οὐ γὰρ τῷ προβεβηκότι κινοῦνται, ἀλλὰ τῷ ἀποβεβηκότι· καὶ ἀμύνονται τοῖς δεξιοῖς. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ τὰ δεξιὰ ταὐτά ἐστι πάντων. ὅθεν μὲν γὰρ ἡ ἀρχὴ τῆς κινήσεως, τὸ αὐτὸ πᾶσι καὶ ἐν τῷ αὐτῷ τὴν θέσιν ἔχει κατὰ φύσιν· δεξιὸν δʼ ἐστὶν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεώς ἐστι. καὶ διὰ τοῦτο τὰ στρομβώδη τῶν ὀστρακοδέρμων δεξιὰ πάντʼ ἐστιν. οὐ γὰρ ἐπὶ τὴν ἑλίκην κινεῖται, ἀλλʼ ἐπὶ τὸ καταντικρὺ πάντα προέρχονται, οἷον πορφύραι καὶ κήρυκες. κινουμένων οὖν πάντων ἀπὸ τῶν δεξιῶν, κἀκείνων ἐπὶ ταὐτὰ κινουμένων ἑαυτοῖς, ἀνάγκη πάντα δεξιὰ εἶναι ὁμοίως. ἀπολελυμένα δʼ ἔχουσι τὰ ἀριστερὰ τῶν ζῴων μάλιστα
[*](28 ἔντερα γῆς UZ τῆς γῆς S: γῆς ἔντερα PY 31 πάντα PSU || ἐπὶ: ἐν Mp (item 33) 32 φερόμενον P Y 33 ἀσκωλίζουσι Z ἀσκωλιάζονται P 706 a 4 κινηθήσεται Z 7 προβεβλήκασι PS U Mp: προβεβήκασι Y Z Bekker 10 ταῦτʼ Y 14 κινεῖ Ζ 15 τὸ: τοῖς S U || πάντα προέρχονται S U ex quo oritur πᾶν τὸ προέχον Z Y: πάντα προέρχεται P) 26
ἄνθρωποι διὰ τὸ κατὰ φύσιν ἔχειν μάλιστα τῶν ζῴων· φύσει δὲ βέλτιον τὸ δεξιὸν τοῦ ἀριστεροῦ κεχωρισμένον. διὸ καὶ τὰ δεξιὰ ἐν τοῖς ἀνθρώποις μάλιστα δεξιά ἐστι. διωρισμένων δὲ τῶν δεξιῶν εὐλόγως τὰ ἀριστερὰ ἀκινητότερά ἐστι, καὶ ἀπολελυμένα μάλιστα ἐν τούτοις. καὶ αἱ ἄλλαι δʼ ἀρχαὶ μάλιστα κατὰ φύσιν καὶ διωρισμέναι ἐν τῷ ἀνθρώπῳ ὑπάρχουσι, τό τʼ ἄνω καὶ τὸ ἔμπροσθεν.
5 ὅσοις μὲν οὖν τὸ ἄνω καὶ τὸ ἔμπροσθεν διώρισται, καθάπερ τοῖς ἀνθρώποις καὶ τοῖς ὄρνισι, ταῦτα μὲν δίποδα. (τῶν δὲ τεττάρων τὰ δύο σημεῖα τοῖς μὲν πτέρυγες τοῖς δὲ χεῖρες καὶ βραχίονές εἰσιν), ὅσα δʼ ἐπὶ τὸ αὐτὸ τὸ πρόσθεν ἔχει καὶ τὸ ἄνω, τετράποδα καὶ πολύποδα καὶ ἄποδα. καλῶ γὰρ πόδα μέρος ἐπὶ σημείῳ πεζῷ κινητικῷ κατὰ τόπον· καὶ γὰρ τὸ ὄνομα ἐοίκασιν εἰληφέναι ἀπὸ τοῦ πέδου οἱ πόδες. ἔνια δʼ ἐπὶ τὸ αὐτὸ ἔχει τὸ πρόσθιον καὶ τὸ ὀπίσθιον, οἷον τά τε μαλάκια καὶ τὰ στρομβώδη τῶν [*](p. 706 b) ὀστρακοδέρμων· εἴρηται δὲ περὶ αὐτῶν πρότερον ἐν ἑτέροις. τριῶν δʼ ὄντων τόπων, τοῦ ἄνω καὶ μέσου καὶ κάτω, τὰ μὲν δίποδα τὸ ἄνω πρὸς τὸ τοῦ ὅλου ἄνω ἔχει, τὰ δὲ πολύποδα ἢ ἄποδα πρὸς τὸ μέσον, τὰ δὲ φυτὰ πρὸς τὸ κάτω. αἴτιον δʼ ὅτι τὰ μὲν ἀκίνητα, πρὸς τὴν τροφὴν δὲ τὸ ἄνω, ἡ δὲ τροφὴ ἐκ τῆς γῆς. τὰ δὲ τετράποδα ἐπὶ τὸ μέσον καὶ τὰ πολύποδα καὶ ἄποδα διὰ τὸ μὴ ὀρθὰ εἶναι· τὰ δὲ δίποδα πρὸς τὸ ἄνω διὰ τὸ ὀρθὰ εἶναι, μάλιστα δʼ ὁ ἄνθρωπος· μάλιστα γὰρ κατὰ φύσιν ἐστὶ δίπους. εὐλόγως δὲ παὶ αἱ ἀρχαί εἰσιν ἀπὸ τούτων τῶν μορίων· [*](20 δὲ ζῴων φύσει S Z, sententiam a 19 τῶν incipiunt || τε τὸ PY || ἀριστεροῦ καὶ P Y 21 κεχωρισμένον om S U || ἐν om S U 24 αἱ om S U || δʼ om Z || καὶ post φύσιν om SU 25 τό τʼ ἄνω — 26 οὖν τὸ om Z: καὶ || ὅσοις S U Y Mc: οἷς P || πρόσθεν S U 29 τό τε πρόσθεν S U 30 πρόσθιον PS Y 32 κατὰ τόπον om Ζ 33 πρόσθεν καὶ τὸ ὄπισθεν Mp 706 b 3 κάτω καὶ μέσου YZ 4 ὀμφαλοῦ Ζ 5 ἢ: καὶ Mp bis 6 αἴτιον — 707 a 14 κίνησίς ἐστιν om Y 9 τὰ — εἶναι om Z 10 δίπουν Z)
27
ἡ μὲν γὰρ ἀρχὴ τίμιον, τὸ δʼ ἄνω τοῦ κάτω καὶ τὸ πρόσθεν τοῦ ὄπισθεν καὶ τὸ δεξιὸν τοῦ ἀριστεροῦ τιμιώτερον. καλῶς δʼ ἔχει καὶ τὸ ἀνάπαλιν λέγειν περὶ αὐτῶν, ὡς διὰ τὸ τὰς ἀρχὰς ἐν τούτοις εἶναι ταῦτα τιμιώτερα τῶν ἀντικειμένων μορίων ἐστίν.
Ὅτι μὲν οὖν ἐκ τῶν δεξιῶν ἡ τῆς κινήσεώς ἐστιν ἀρχή, 6 φανερὸν ἐκ τῶν εἰρημένων. ἐπεὶ δʼ ἀνάγκη παντὸς συνεχοῦς, οὗ τὸ μὲν κινεῖται τὸ δʼ ἠρεμεῖ, ὅλου δυναμένου κινεῖσθαι ἑστῶτος θατέρου, ἄμφω κινεῖται τὰς ἐναντίας κινήσεις, εἶναι τὸ κοινόν, καθʼ ὃ συνεχῆ ταῦτʼ ἐστιν ἀλλήλοις, κἀνταῦθ’ ὑπάρχειν τὴν ἀρχὴν τῆς ἑκατέρου τῶν μερῶν κινήσεως, ὁμοίως δὲ καὶ τῆς στάσεως δηλονότι, καθʼ ὅσας τῶν λεχθεισῶν ἀντιθέσεων ἰδία κίνησις ὑπάρχει τῶν ἀντικειμένων μερῶν ἑκατέρῳ, πάντα ταῦτα κοινὴν ἀρχὴν ἔχει κατὰ τὴν τῶν εἰρημένων μερῶν σύμφυσιν, λέγω δὲ τῶν τε δεξιῶν καὶ τῶν ἀριστερῶν καὶ τῶν ἄνω καὶ κάτω καὶ τῶν ἔμπροσθεν καὶ τῶν ὄπισθεν. κατὰ μὲν οὖν τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν διάληψις οὐκ ἔστι τοιαύτη περὶ τὸ κινοῦν ἑαυτό, διὰ τὸ μηθενὶ φυσικὴν ὑπάρχειν κίνησιν εἰς τὸ ὄπισθεν, μηδὲ διορισμὸν ἔχειν τὸ κινούμενον, καθʼ ὃν τὴν ἐφʼ ἑκάτερα τούτων μεταβολὴν ποιεῖται· κατὰ δὲ τὸ δεξιόν γε καὶ ἀριστερὸν καὶ τὸ ἄνω καὶ τὸ κάτω ἔστι. διὸ τῶν ζῴων ὅσα μέρεσιν [*](p. 707 a) ὀργανικοῖς χρώμενα προέρχεται, τῇ μὲν τοῦ ἔμπροσθεν καὶ ὄπισθεν διαφορᾷ οὐκ ἔχει διωρισμένα ταῦτα, ταῖς δὲ λοιπαῖς, ἀμφοτέραις μέν, προτέρᾳ δὲ τῇ κατὰ τὸ δεξιὸν καὶ [*](14 τὸ om SUZ || ὡς om PSUZ 18 ἐκ τῶν εἰρημένων om 20 ᾗ: εἰ Z || τὰς solus Mc bis: om ll 21 τὸ SMc ter: τι P τέ τι Z τι τὸ U ambo conglutinans, etiam M ambas lectiones coniunctas nec non seiunctas legit 25 ἑκατέραι Z ἑκατέρων SU || ταῦτα πάντα SU ὡς praemittit Ζ || κατὰ PMc: om SUZ 27 τῶν ante ἀριστερῶν S U Mc: om PZ || ἄνωθεν καὶ κάτωθεν S U 28 κατὰ — ὄπισθεν om Z κατὰ — διάληψις om S et U pr 29 ἔσται Z 30 διωρισμένον SUZ 31 καθὸ Ζ κατὰ PS U 32 ποιεῖται om PSU || γε: τε P om SU 33 ἐστὶν διὸ: διὰ Z 707 a 1 ταῖς Z et 2 διαφοραῖς οὐκ ἔστι διωρ. || τοῦ et καὶ ὄκισθεν om PSU)
28
ἀριστερὸν διοριζούσῃ, διὰ τὸ τὴν μὲν ἐν τοῖς δυσὶν εὐθέως ἀναγκαῖον εἶναι ὑπάρχειν, τὴν δʼ ἐν τοῖς τέτταρσι πρώτοις. ἐπεὶ οὖν τό τε ἄνω καὶ τὸ κάτω καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν τῇ αὐτῇ ἀρχῇ καὶ κοινῇ συνήρτηται πρὸς αὐτά (λέγω δὲ ταύτην τὴν τῆς κινήσεως κυρίαν), δεῖ δʼ ἐν ἅπαντι τῷ μέλλοντι κατὰ τρόπον ποιεῖσθαι τὴν ἀφʼ ἑκάστου κίνησιν ὡρίσθαι πως καὶ τετάχθαι ταῖς ἀποστάσεσι ταῖς πρὸς τὰς ῥηθείσας ἀρχάς (τάς τε ἀντιστοίχους καὶ τὰς συστοίχους τῶν ἐν τοῖς μέρεσι τούτοις) τὸ τῶν λεχθεισῶν κινήσεων ἀπασῶν αἴτιον, (αὕτη δʼ ἐστὶν ἀφʼ ἧς ἀρχῆς κοινῆς τῶν ἐν τῷ ζῴω ἥ τε τοῦ δεξιοῦ καὶ ἀριστεροῦ κίνησίς ἐστιν, ὁμοίως δὲ καὶ ἡ τοῦ ἄνω καὶ κάτω) ταύτην δʼ ἔχειν ἑκάστῳ παραπλησίως πρὸς