De animalium incessu
Aristotle
Aristotle. De animalium motione et De animalium incessu. Jaeger, Werner, editor. Leipzig: Teubner, 1913.
16 Τὸ δʼ ἄναιμα τῶν ὑποπόδων ὅτι μὲν πολύποδά ἐστι καὶ οὐθὲν αὐτῶν τετράπουν, πρότερον ἡμῖν εἴρηται· διότι δʼ αὐτῶν ἀναγκαῖον ἦν τὰ σκέλη πλὴν τῶν ἐσχάτων ἔκ τε τοῦ πλαγίου προσπεφυκέναι καὶ εἰς τὸ ἄνω τὰς καμπὰς ἔχειν, καὶ αὐτὰ ὑπόβλαισα εἶναι εἰς τὸ ὄπισθεν, φανερόν. ἀπάντων γὰρ τῶν τοιούτων ἀναγκαῖόν ἐστι τὰ μέσα τῶν σκελῶν καὶ ἡγούμενα εἶναι καὶ ἑπόμενα. εἰ οὖν ὑπʼ αὐτοῖς ἦν, ἔδει αὐτὰ καὶ εἰς τὸ ἔμπροσθεν καὶ εἰς τὸ ὄπισθεν τὴν καμθος [*](p. 713 b) ἔχειν, διὰ μὲν τὸ ἡγεῖσθαι εἰς τὸ ἔμπροσθεν, διὰ δὲ τὸ ἀκολουθεῖν εἰς τὸ ὄπισθεν. ἐπεὶ δʼ ἀμφότερα συμβαίνειν ἀναγκαῖον αὐτοῖς, διὰ τοῦτο βεβλαίσωταί τε καὶ εἰς τὸ πλάγιον ἔχει τὰς καμπάς, πλὴν τῶν ἐσχάτων· ταῦτα δʼ ὥσπερ πέφυκε μᾶλλον, τὰ μὲν ὡς ἑπόμενα τὰ δʼ ὡς ἡγούμενα. ἔτι δὲ κέκαμπται τὸν τρόπον τοῦτον καὶ διὰ τὸ πλῆθος τῶν σκελῶν· ἧττον γὰρ ἂν οὕτως ἐν τῇ πορείᾳ ἐμπόδιά τε αὐτὰ αὐτοῖς εἴη καὶ προσκόπτοι. ἡ δὲ βλαισότης αὐτοῖς ἐστι διὰ τὸ τρωγλοδυτικὰ εἶναι πάντα ἢ τὰ πλεῖστα· οὐ γὰρ οἷόν τε ὑψηλὰ εἶναι τὰ ζῶντα τὸν τρόπον τοῦτον. οἱ δὲ καρκίνοι τῶν πολυπόδων περιττότατα πεφύκασιν· οὔτε γὰρ εἰς τὸ | πρόσθεν ποιοῦνται τὴν πορείαν πλὴν ὥσπερ εἴρηται πρότερον, | πολλούς τε τοὺς ἡγουμένους πόδας ἔχουσι μόνοι τῶν ζῴων. τούτου δʼ αἴτιον ἡ σκληρότης τῶν ποδῶν, καὶ ὅτι οὐ χρῶνται νεύσεως [*](21 ἐπὶ: ἐν Z 22 αὐτῶν τοῦ σώματος, ἀναγκαῖον YZ || προσστέλλοντα cum Mp scripsi: προστέλλοντα ll 23 ὑπʼ Z 24 ὅλου om S U 28 ἦν: ἐστι Y Z || τὰ σκέλη om S U 29 ἄνω: πλάγιον P ἄνω τε SUY 32 ὑπʼ: τοῦτο PSUY 713 b 4 βεβλαισῶσθαι PS || τε om S 5 ἔχειν SZ 7 καὶ om Z 9 δὲ: τε PSUY || αὐτῶν Z αὐτοῖς post ἐστὶν Y addito καὶ 10 ἢ πάντα U 11 τὰ ζῶντα om S U 12 περιττότατοι Y 14 πόδας suppl Jaeg 15 οὐ χρῶνται Ζ Mc: transponunt PSUY)