De animalium incessu

Aristotle

Aristotle. De animalium motione et De animalium incessu. Jaeger, Werner, editor. Leipzig: Teubner, 1913.

15 Οἱ δʼ ὄρνιθες τὰ σκέλη καθάπερ τὰ τετράποδα κάμπτουσι. τρόπον γάρ τινα παραπλησίως ἡ φύσις αὐτῶν ἔχει· τοῖς γὰρ ὄρνισιν αἱ πτέρυγες ἀντὶ τῶν προσθίων σκελῶν εἰνοις. διὸ καὶ κεκαμμέναι τὸν αὐτόν εἰσι τρόπον ὥσπερ ἐκείνοις τὰ πρόσθια σκέλη, ἐπεὶ τῆς ἐν τῇ πορείᾳ κινήσεως τούτοις ἀπὸ τῶν πτερύγων ἡ κατὰ φύσιν ἀρχὴ τῆς μεταβολῆς ἐστι· πτῆσις γάρ ἐστιν ἡ τούτων οἰκεία κίνησις. διόπερ ἀφαιρεθεισῶν τούτων οὔθʼ ἑστάναι οὔτε προϊέναι δύναιτʼ ἂν οὐθεὶς | ὄρνις. ἔτι δίποδος ὄντος καὶ οὐκ ὀρθοῦ, καὶ τὰ ἔμπροσθεν μέρη τοῦ σώματος κουφότερα ἔχοντος, ἢ ἀναγκαῖον ἢ βέλτιον πρὸς τὸ ἑστάναι δύνασθαι τὸν μηρὸν οὕτως ὑποκείμενον [*](10 πόδας om Z, post ἔχει PY || ἀεὶ: δεῖ YZ || 11 πρὸς: καὶ P 12 κινεῖσθαι Y Z 13 δὲ cum PMp scripsi et levius interpunxi post 12 διάμετρον; γὰρ SU YZ 14 καὶ om YZ 15 ὁπότερʼ ἂν Z 16 κινοῦνται Y 18 ἡ: καὶ ἡ P 19 αὐτοὶ εἰς τὸ πλάγιον PY 22 τὰ ante τετράποδα om Z 24 τοῖς γὰρ ὄρνισιν αἱ PSU M τοῖς τετράποσιν αἱ γὰρ YZ (γὰρ om Y) || τῶν σκελῶν τῶν προσθίων Y 25 καὶ om S U 26 ἐπὶ PZ ἔτι Y || τῇ om Y 27 πτερυγίων SUZ)

43
ἔχειν ὡς νῦν ἔχει, λέγω δʼ ὅτι εἰς τὸ ὄπισθεν πεφυκότα. ἀλλὰ μὴν εἰ δεῖ τοῦτον ἔχειν τὸν τρόπον, ἀνάγκη τὴν κάμψιν [*](p. 713 a) ἐπὶ τὸ κοῖλον γίνεσθαι τοῦ σκέλους, καθάπερ τοῖς τετράποσιν ἐπὶ τῶν ὀπισθίων, διὰ τὴν αὐτὴν αἰτίαν ἥνπερ εἴπομεν ἐπὶ τῶν τετραπόδων καὶ ζῳοτόκων. ὅλως δὲ οἵ τε ὄρνιθες καὶ τὰ ὁλόπτερα τῶν πετομένων καὶ τὰ ἐν τῷ ὑγρῷ νευστικά, ὅσα αὐτῶν διʼ ὀργάνων τὴν ἐπὶ τοῦ ὑγροῦ ποιεῖται πορείαν, οὐ χαλεπὸν ἰδεῖν ὅτι βέλτιον ἐκ πλαγίου τὴν τῶν εἰρημένων μερῶν πρόσφυσιν ἔχειν, καθάπερ καὶ φαίνεται νῦν ὑπάρχειν αὐτοῖς ἐπί τε τῶν ὀρνίθων καὶ τῶν ὁλοπτέρων. ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν ἰχθύων· τοῖς μὲν γὰρ ὄρνισιν αἱ πτέρυγες, τοῖς δʼ ἐνύδροις τὰ πτερύγια. τὰ δὲ πτίλα τοῖς ὁλοπτέροις ἐκ τοῦ πλαγίου προσπέφυκεν. οὕτω γὰρ ἂν τάχιστα καὶ ἰσχυρότατα συστέλλοντα καὶ διαστέλλοντα τὰ μὲν τὸν ἀέρα τὰ δὲ τὸ | ὑγρὸν ποιοῖτο τὴν κίνησιν· εἰς γὰρ τὸ ἔμπροσ θεν καὶ τὰ | ὄπισθεν μόρια τοῦ σώματος ἐπακολουθοίη ἂν ὑπείκοντι φερόμενα τὰ μὲν ἐν τῷ ὑγρῷ τὰ δʼ ἐν τῷ ἀέρι. τὰ δὲ τρωγλόδυτα τῶν τετραπόδων καὶ ᾠοτόκων, οἷον οἵ τε κροκόδειλοι καὶ σαῦροι καὶ ἀσκαλαβῶται καὶ ἑμύδες τε καὶ χελῶναι, πάντα ἐκ τοῦ πλαγίου προσπεφυκότα τὰ σκέλη ἔχει καὶ ἐπὶ τῇ γῇ κατατεταμένα, καὶ κάμπτει εἰς τὸ πλάγιον, διὰ τὸ οὕτω χρήσιμα εἶναι πρὸς τὴν τῆς ὑποδύσεως [*](33 ὡς νῦν ἔχει om SU Mp 34 δεῖ YZ et Mp ut vid. (βέλτιον): ἔδει 713a 4 κολεόπτερα YZ || νευστικὰ: ἰθυντικὰ καὶ S 7 καὶ νῦν δύναται 8 κολεοπτέρων 10 κολεα τοῖς κολεοπτέροις τὰ δὲ πτίλα — 11 προσπέφυκεν verba male inculcata del Jaeg 12 〈συστέλλοντα καὶ〉 addidi ex Michaelis interpretatione 13 εἰς γὰρ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν τὰ μόρια certe memoria traditum, a Bekkero receptum, a Mich vana opera illustratum: γὰρ om SY coniecturam codicis ne sequare εἰ τὰ ἔμπροσθεν καὶ τὰ ὄπισθεν μόρια tentantis; τὰ ante μόρια om Z recte, fortasse τὰ v. l. ad τὸ ante ὄπισθεν fuit, utique sic emendetur necesse est εἰς γὰρ τὸ ἔμπρ. καὶ τὰ ὄπισθεν μόρια ἐπακολουθείη 14 ἂν om ll et Mp: add Bekker 16 τρωγλόδυτα S U Mp: τρωγλοδυτικὰ 17 αἱ σαῦραι PY 19 τεταμέμα Mc 20 τὸ — πρὸς om S U οὕτω om Y)
44
ῥᾳστώνην καὶ πρὸς τὴν ἐπὶ τοῖς ᾠοῖς ἐφεδρείαν καὶ φυλακήν. ἔξω δʼ ὄντων αὐτῶν, ἀναγκαῖον τοὺς μηροὺς προσστέλλοντα καὶ ὑποτιθέμενα ὑφʼ αὑτὰ τὸν μετεωρισμὸν τοῦ ὅλου σώματος ποιεῖσθαι. τούτου δὲ γινομένου κάμπτειν αὐτὰ οὐχ οἷόν τε ἄλλως ἢ ἔξω.