Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. οὕτω πετηνῶν τόνδʼ ὑπʼ οἰωνῶν δοκεῖ
  2. ταφέντʼ ἀτίμως τοὐπιτίμιον λαβεῖν,
  3. καὶ μήθʼ ὁμαρτεῖν τυμβοχόα χειρώματα
  4. μήτʼ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,
  5. ἄτιμον εἶναι δʼ ἐκφορᾶς φίλων ὕπο.
  6. τοιαῦτʼ ἔδοξε τῷδε Καδμείων τέλει.
Ἀντιγόνη
  1. ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω·
  2. ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,
  3. ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ
  4. θάψασʼ ἀδελφὸν τὸν ἐμόν, οὐδʼ αἰσχύνομαι
  5. ἔχουσʼ ἄπιστον τήνδʼ ἀναρχίαν πόλει.
  6. δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν,