Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς·
- στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετʼ ἐν πόλει
- ἱερῶν πατρῴων δʼ ὅσιος ὢν μομφῆς ἄτερ
- τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.
- οὕτω μὲν ἀμφὶ τοῦδʼ ἐπέσταλται λέγειν·
- τούτου δʼ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν
- ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν,
- ὡς ὄντʼ ἀναστατῆρα Καδμείων χθονός,
- εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ
- τῷ τοῦδʼ·. ἄγος δὲ καὶ θανὼν κεκτήσεται
- θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε
- στράτευμʼ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.