Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. δίεμαι δʼ ἀντία φάσθαι,
  2. λέξας δύσλεκτα φίλοισιν.
Δαρεῖος
  1. ἀλλʼ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
  2. τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομʼ εὐγενὲς γύναι,
  3. κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
  4. λέξον· ἀνθρώπεια δʼ ἄν τοι πήματʼ ἂν τύχοι βροτοῖς.
  5. πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δʼ ἐκ χέρσου κακὰ
  6. γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ, πρόσω.
Ἄτοσσα
  1. ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ
  2. ὡς ἕως τʼ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν
  3. βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
  4. νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.
  5. πάντα γάρ, Δαρεῖʼ ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ.
  6. διαπεπόρθηται τὰ Περσῶν πράγμαθʼ, ὡς εἰπεῖν ἔπος.
Δαρεῖος
  1. τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτὸς ἢ στάσις πόλει;
Ἄτοσσα
  1. οὐδαμῶς· ἀλλʼ ἀμφʼ Ἀθήνας πᾶς κατέφθαρται στρατός.
Δαρεῖος
  1. τίς δʼ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.
Ἄτοσσα
  1. θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.
Δαρεῖος
  1. πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδʼ ἐμώρανεν τάλας;
Ἄτοσσα
  1. ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.
Δαρεῖος
  1. πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;
Ἄτοσσα
  1. μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστʼ ἔχειν πόρον.
Δαρεῖος
  1. καὶ τόδʼ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν·
Ἄτοσσα
  1. ὧδʼ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.
Δαρεῖος
  1. φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.
Ἄτοσσα
  1. ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.
Δαρεῖος
  1. καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδʼ ἐπιστενάζετε;
Ἄτοσσα
  1. ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.
Δαρεῖος
  1. ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;
Ἄτοσσα
  1. πρὸς τάδʼ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει.
Δαρεῖος
  1. ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.
Ἄτοσσα
  1. Βακτρίων δʼ ἔρρει πανώλης δῆμος, οὐδέ τις γέρων.
Δαρεῖος
  1. ὦ μέλεος, οἵαν ἄρʼ ἥβην ξυμμάχων ἀπώλεσεν.
Ἄτοσσα
  1. μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα—
Δαρεῖος
  1. πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;
Ἄτοσσα
  1. ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.
Δαρεῖος
  1. καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτʼ ἐτήτυμον;
Ἄτοσσα
  1. ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γʼ, οὐδʼ ἔνι στάσις.
Δαρεῖος
  1. φεῦ, ταχεῖά γʼ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδʼ ἐμὸν
  2. Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που
  3. διὰ μακροῦ χρόνου τάδʼ ηὔχουν ἐκτελευτήσειν θεούς·
  4. ἀλλʼ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.
  5. νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.
  6. παῖς δʼ ἐμὸς τάδʼ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·
  7. ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
  8. ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ·
  9. καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις
  10. περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ,
  11. θνητὸς ὢν θεῶν τε πάντων ᾤετʼ, οὐκ εὐβουλίᾳ,
  12. καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδʼ οὐ νόσος φρενῶν
  13. εἶχε παῖδʼ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος
  14. οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.
Ἄτοσσα
  1. ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
  2. θούριος Ξέρξης· λέγουσι δʼ ὡς σὺ μὲν μέγαν τέκνοις
  3. πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δʼ ἀνανδρίας ὕπο
  4. ἔνδον αἰχμάζειν, πατρῷον δʼ ὄλβον οὐδὲν αὐξάνειν.
  5. τοιάδʼ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν
  6. τήνδʼ ἐβούλευσεν κέλευθον καὶ στράτευμʼ ἐφʼ Ἑλλάδα.
Δαρεῖος
  1. τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
  2. μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω
  3. τόδʼ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,
  4. ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδʼ ὤπασεν,
  5. ἕνʼ ἄνδρʼ ἁπάσης Ἀσίδος μηλοτρόφου
  6. ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.
  7. Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ·
  8. ἄλλος δʼ ἐκείνου παῖς τόδʼ ἔργον ἤνυσεν·
  9. φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.
  10. τρίτος δʼ ἀπʼ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,
  11. ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·
  12. Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,
  13. Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.
  14. θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.
  15. Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.
  16. πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ
  17. θρόνοισί τʼ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ
  18. Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,
  19. ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδʼ ἦν χρέος.
  20. ἕκτος δὲ Μάραφις, ἕβδομος δʼ Ἀρταφρένης.
  21. κἀγὼ πάλου τʼ ἔκυρσα τοῦπερ ἤθελον,
  22. κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ·
  23. ἀλλʼ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.
  24. Ξέρξης δʼ ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ,
  25. κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·
  26. εὖ γὰρ σαφῶς τόδʼ ἴστʼ, ἐμοὶ ξυνήλικες,
  27. ἅπαντες ἡμεῖς, οἳ κράτη τάδʼ ἔσχομεν,
  28. οὐκ ἂν φανεῖμεν πήματʼ ἔρξαντες τόσα.
Χορός
  1. τί οὖν, ἄναξ Δαρεῖε, ποῖ καταστρέφεις
  2. λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι
  3. πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς;
Δαρεῖος
  1. εἰ μὴ στρατεύοισθʼ ἐς τὸν Ἑλλήνων τόπον,
  2. μηδʼ εἰ στράτευμα πλεῖον τὸ Μηδικόν.
  3. αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει.
Χορός
  1. πῶς τοῦτʼ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ;