Persians
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- βοᾷ δʼ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος·
- τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας.
- τοιγὰρ κέλευθον τήνδʼ ἄνευ τʼ ὀχημάτων
- χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν
- ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς
- φέρουσʼ, ἅπερ νεκροῖσι μειλικτήρια,
- βοός τʼ ἀφʼ ἁγνῆς λευκὸν εὔποτον γάλα,
- τῆς τʼ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι,
- λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα,
- ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο
- ποτὸν παλαιᾶς ἀμπέλου γάνος τόδε·
- τῆς τʼ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον
- ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα,
- ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα,
- ἀλλʼ, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων
- ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα
- Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δʼ ἐγὼ
- τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.
- βασίλεια γύναι, πρέσβος Πέρσαις,
- σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,
- ἡμεῖς θʼ ὕμνοις αἰτησόμεθα
- φθιμένων πομποὺς
- εὔφρονας εἶναι κατὰ γαίας.
- ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,
- Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τʼ ἐνέρων,
- πέμψατʼ ἔνερθεν ψυχὴν ἐς φῶς·
- εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,
- μόνος ἂν θνητῶν πέρας εἴποι.
- ἦ ῥʼ ἀίει μου μακαρίτας
- ἰσοδαίμων βασιλεὺς
- βάρβαρʼ ἀσαφηνῆ
- ἱέντος τὰ παναίολʼ αἰ-
- ανῆ δύσθροα βάγματʼ, ἢ
- παντάλανʼ ἄχη διαβοάσω;
- νέρθεν ἆρα κλύει μου;
- ἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοι
- χθονίων ἁγεμόνες
- δαίμονα μεγαυχῆ
- ἰόντʼ αἰνέσατʼ ἐκ δόμων,
- Περσᾶν Σουσιγενῆ θεόν·
- πέμπετε δʼ ἄνω οἷον οὔπω
- Περσὶς αἶʼ ἐκάλυψεν.
- ἦ φίλος ἁνήρ, φίλος ὄχθος·
- φίλα γὰρ κέκευθεν ἤθη.
- Ἀιδωνεὺς δʼ ἀναπομ-
- πὸς ἀνείης, Ἀιδωνεύς,
- θεῖον ἀνάκτορα Δαριᾶνα. ἠέ.
- οὐδὲ γὰρ ἄνδρας ποτʼ ἀπώλλυ
- πολεμοφθόροισιν ἄταις,
- θεομήστωρ δʼ ἐκικλή-
- σκετο Πέρσαις, θεομήστωρ δʼ
- ἔσκεν,ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ.
- βαλήν, ἀρχαῖος βαλήν,
- ἴθι, ἱκοῦ·
- ἔλθʼ ἐπʼ ἄκρον κόρυμβον ὄχθου,
- κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων,
- βασιλείου τιάρας
- φάλαρον πιφαύσκων.
- βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.
- ὅπως αἰανῆ κλύῃς
- νέα τʼ ἄχη,
- δέσποτα δεσπότου φάνηθι.
- Στυγία γάρ τις ἐπʼ ἀχλὺς πεπόταται·
- νεολαία γὰρ ἤδη
- κατὰ πᾶσʼ ὄλωλεν.
- βάσκε πάτερ ἄκακε Δαριάν, οἶ.
- αἰαῖ αἰαῖ·
- ὦ πολύκλαυτε φίλοισι θανών,
- τί τάδε δυνάτα δυνάτα
- περὶ τᾷ σᾷ δίδυμα διαγόεν ἁμάρτια;
- πᾶσαι γᾷ τᾷδʼ
- ἐξέφθινται τρίσκαλμοι
- νᾶες ἄναες ἄναες.
- ὦ πιστὰ πιστῶν ἥλικές θʼ ἥβης ἐμῆς
- Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον;
- στένει, κέκοπται, καὶ χαράσσεται πέδον.
- λεύσσων δʼ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας
- ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
- ὑμεῖς δὲ θρηνεῖτʼ ἐγγὺς ἑστῶτες τάφου
- καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις
- οἰκτρῶς καλεῖσθέ μʼ· ἐστὶ δʼ οὐκ εὐέξοδον,
- ἄλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶ
- λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.
- ὅμως δʼ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ
- ἥκω. τάχυνε δʼ ὡς ἄμεμπτος ὦ χρόνου.
- τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν·
- σέβομαι μὲν προσιδέσθαι,
- σέβομαι δʼ ἀντία λέξαι
- σέθεν ἀρχαίῳ περὶ τάρβει.
- ἀλλʼ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,
- μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγων
- εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.
- δίεμαι μὲν χαρίσασθαι,