Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. ὀρχεῦνται, θηητὸν ἑλισσόμεναι περὶ κύκλον,
  2. εὖτε Διωνύσοιο χοροστασίας τελέοιεν·
  3. σὺν καὶ παρθενικαὶ νεοθηλέες, οἷά τε νεβροί,
  4. σκαίρουσιν· τῇσιν δὲ περισμαραγεῦντες ἀῆται
  5. ἱμερτοὺς δονέουσιν ἐπὶ στήθεσσι χιτῶνας.
  6. Ἀλλὰ τὰ μὲν Λυδοῖσι μετʼ ἀνθρώποισι μέλονται
  7. πρὸς δʼ ἅλα κεκλιμένοι Λύκιοι χθόνα ναιετάουσι
  8. Ξάνθου ἐπὶ προχοῇσιν, ἐϋρρείτου ποταμοῖο·
  9. ἔνθα βαθυκρήμνοιο φαείνεται οὔρεα Ταύρου
  10. Παμφύλων καὶ μέχρι· Κράγον δέ ἑ φημίζουσιν.
  11. Κεῖθι δʼ ἂν ἀθρήσειας ὑπειράλιον πτολίεθρον
  12. Ἄσπενδον, ποταμοῖο παρὰ ῥόον Εὐρυμέδοντος,
  13. ἔνθα συοκτονίῃσι Διωναίην ἱλάονται.
  14. Ἄλλαι δʼ ἑξείης Παμφυλίδες εἰσὶ πόληες,
  15. Κώρυκος Πέργη τε καὶ ἤνεμόεσσα Φάσηλις.
  16. 157
  17. Τῶν δὲ πρὸς ἀντολιην μεσάτην χθόνα ναιετάουσιν
  18. ἴδριες ἐν πολέμοισι Λυκάονες ἀγκυλότοξοι.
  19. Τοῖς δʼ ἔπι Πισιδέων λιπαρὸν πέδον, ἧχι πόληες γη.
  20. Τερμησσὸς Λύρβη τε καὶ ἣν ἐπολίσσατο λαὸς
  21. πρίν ποτʼ Ἀμυκλαίων μεγαλώνυμος ἐν χθονὶ Σέλ