Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Αἰγαίου παρὰ χεῖλος, ὑπέρ μέγαν Ἑλλήσποντον.
  2. Τῇ δʼ ἔπι ναιετάουσιν ἀγαυῶν ἔθνος Ἰώνων,
  3. ἀγχίαλοι γεγαῶτες, ἐπὶ χθονὸς, ἧς διὰ μέσσης
  4. Μαίανδρος λιπαρῇσι κατέρχεται εἰς ἅλα δίναις,
  5. Μιλήτου τε μεσηγὺ καὶ εὐρυχόροιο Πριήνης.
  6. Τάων ἀμφοτέρων γε βορειοτέρην ἐσίδοιο
  7. παραλίην Ἔφεσον, μεγάλην πόλιν Ἰοχεαίρης,
  8. ἔνθα θεῇ ποτε νηὸν Ἀμαζονίδες τετύκοντο
  9. πρέμνῳ ἔνι πτελέης, περιώσιον ἀνδράσι θαῦμα.
  10. Μῃονίη δʼ ἐπὶ τοῖσιν ἐπ᾿ ἀντολίην τετάνυσται
  11. Τμώλῳ ὔπ’ ἠνεμόεντι, τόθεν Πακτωλὸς ὁδεύων
  12. χρυσὸν ὁμοῦ δίνησιν ἐφελκόμενος κελαρύζει
  13. τοῦ δʼ ἂν ἐπὶ πλευρῇσι καθήμενος εἴαρος ὥρῃ
  14. κύκνων εἰσαΐοις λιγυρὴν ὄπα, τοί τε καθʼ ὕδωρ
  15. ἔνθα καὶ ἔνθα νέμονται ἀεξομένης ἐπὶ ποίης·
  16. πολλοὶ γὰρ λειμῶνες ἐν Ἀσίδι τηλεθόωσιν,
  17. ἔξοχα δʼ ἀμπεδίον Μαιάνδριον, ἔνθα Καΰστρου
  18. ἥσυχα καχλάζοντος ἐπιρρέει ἀγλαὸν ὕδωρ.
  19. Οὐ μὰν οὐδὲ γυναῖκας ὀνόσσεαι, αἳ περὶ κεῖνο
  20. 156
  21. θεῖον ἕδος, χρυσοῖο κατʼ ἰξύος ἔμμα βαλοῦσαι,