Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Κασπίης τε μεσηγὺ καὶ Εὐξείνοιο Οκλάσσης·
  2. κεῖνον δ᾿ Εὐρώπης Ἀσίης θ΄ ὅρον ηὐδάξαντο·
  3. ἄλλος δʼ αὖ μακρὸς καὶ ἀθέσφατος ἐς νότον ἕρπει,
  4. Ἀραβίου κόλποιο καὶ Αἰγύπτοιο μεσηγὺ,
  5. ὅς ῥά τε νοσφίζει Λιβύην Ἀσιήτιδος αἴης.
  6. Τοῖα μὲν ἀμφʼ οὔροισι βροτοὶ διεφημίξαντο·
  7. πάντη δʼ ἀκαμάτου φέρεται ῥόος Ὠκεανοῖο,
  8. 106
  9. εἷς μὲν ἐὼν, πολλῇσι δʼ ἐπωνυμίῃσιν ἀρηρώς·
  10. ἤτοι ὁ μὲν Λοκροῖο παρʼ ἐσχατιὴν ζεφύροιο
  11. Ἄτλας ἑσπέριος κικλήσκεται, αὐτὰρ ὕπερθεν
  12. πρὸς βορέην, ἵνα παῖδες ἀρειμανέων Ἀριμασπῶν,
  13. πόντον μιν καλέουσι πεπηγότα τε Κρόνιόν τε·
  14. ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν εἵνεκ’ ἀφαυροῦ
  15. ἠελίου· βράδιον γὰρ ὑπεὶρ ἔλα τήνδε φαείνει,
  16. αἰεὶ δὲ σκιερῇσι παχύνεται ἐν νεφέλῃσιν·
  17. αὐτὰρ ὅθι πρώτιστα φαείνεται ἀνθρώποισιν,
  18. ἠῷον καλέουσι καὶ Ἰνδικὸν οἶδμα θαλάσσης·
  19. ἄγχι δʼ Ἐρυθραῖόν τε καὶ Αἰθόπιον καλέουσιν
  20. πρὸς νότον· ἔνθα δὲ πολλὸς ἀοικήτου χθονὸς αὐλὼν
  21. ἐκτέταται, μαλεροῖσι κεκαυμένος ἠελίοισιν.