Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν
  2. καὶ ποταμοὺς πόλιάς τε καὶ ἀνδρῶν ἄκριτα φῦλα,
  3. μνήσομαι Ὠκεανοῖο βαθυρρόου· ἐν γὰρ ἐκείνῳ
  4. πᾶσα χθὼν, ἅτε νῆσος ἀπείριτος, ἐστεφάνωται,
  5. οὐ μὲν πᾶσα διαπρὸ περίδρομος, ἀλλὰ διαμφὶς
  6. ὀξυτέρη βεβαυῖα πρὸς ἠελίοιο κελεύθους,
  7. 105
  8. σφενδόνῃ εἰοικυῖα· μίαν δέ ἑ καίπερ ἐοῦσαν
  9. ἄνθρωποι τρισσῇσιν ἐπ’ ἠπείροισι δάσαντο·
  10. πρώτην μέν Λιβύην, μετὰ δʼ Εὐρώπην Ἀσίην τε.
  11. Ἀλλʼ ἤτοι Λιβύη μὲν ἀπʼ Εὐρώπης ἔχει οὖρον
  12. λοξὸν ἐπὶ γραμμῆσι, Γάδειρά τε καὶ στόμα Νείλου,
  13. ἔνθα βορειότατος πέλεται μυχὸς Λλγύλπτοιο
  14. καὶ τέμενος περίπυστον Ἀμυκλαίοιο Κανώβου
  15. Εὐρώπην δʼ Ἀσίης Τάναϊς διὰ μέσσον ὁρίζει,
  16. ὅς ῥά θʼ ἑλισσόμενος γαίης διὰ Σαυροματάων
  17. σύρεται ἐς Σκυθίην τε καὶ ἐς Μαιώτιδα λίμνην,
  18. πρὸς βορέην· νότιον δὲ μεσούριον Ἑλλήσποντος·
  19. σῆμα δ ὑπερτέταται νοτιώτερον ἐς στόμα Νείλου·
  20. Ἄλλοι δʼ ἠπείροισι διὰ χθόνα νοσφίζουσιν.
  21. Ἰσθμὸς ἄνω τέταταί τις ὑπέρτατος Ἀσίδος αἴης,