Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. σῆμα δʼ ἔχει κεράων σκαιὸς πόρος, ὅστ’ ἐπὶ δισσὴν
  2. εἱλεῖται στροφάλιγγα, βιοῦ κεράεσσιν ἐοικώς.
  3. Τοῦ καὶ πρὸς βορέην Μαιώτιδος ὕδατα λίμνης
  4. ἐγκέχυται. Τῇ μέν τε πέρι Σκύθαι ἀμφινέμονται,
  5. ἄνδρες ἀπειρέσιοι, καλέουσι δὲ μητέρα Πόντου·
  6. ἐκ τῆς γὰρ Πόντοιο τὸ μυρίον ἕλκεται ὕδωρ
  7. ὀρθὸν Κιμμερίου διὰ Βοσπόρου, ᾧ ἔνι πολλοὶ
  8. Κιμμέριοι ναίουσιν ὑπὸ ψυχρῷ ποδὶ Ταύρου.
  9. Τοίη μὲν μορφὴ κυαναυγέος ἀμφιτρίτης·
  10. νῦν δέ τοι ἠπείρου μυθήσομαι εἶδος ἁπάσης,
  11. 112
  12. ὄρρα καὶ οὐκ ἐςιδών περ ἔχοις εὔφραστον ὀπωπήν·
  13. ἐκ τοῦ δʼ ἂν γεραρός τε καὶ αἱδοιέστερος εἴης,
  14. ἀνδρὶ παρʼ ἀγνώσσοντι πιφαυσκόμενος τὰ ἕκαστα.
  15. Ἤτοι μὲν Λιβύη τετανυσμένη ἐς νότον ἕρπει,
  16. ἐς νότον ἀντολίην τε, τραπεζίῳ εἶδος ὁμοίη,
  17. ἀρξαμένη πρώτιστα Γαδειρόθεν, ᾗχί περ ἄκρη
  18. ἐζ μοχὸν ὀξονθεῖσα τιταίνεται Ὠκεανοῖο
  19. οὖρον δʼ Ἀραβίης τεκμαίρεται ἄγχι θαλάσσης
  20. εὐρύτερον· τόθι γαῖα κελαινῶν Αἰθιοπήων
  21. τῶν ἑτέρων, τῶν ἄγχι τιταίνεται οὖδας Ἐρεμβῶν·