Orbis Descriptio

Dionysius Periegetes

Dionysius Periegetes. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

  1. Ἥρης ἐννεσίῃσιν ἐνήξατο, πόρτις ἐοῦσα.
  2. Στεινότατος δὴ κεῖνος ἀπάντων ἔπλετο πορθμὸς
  3. τῶν ἄλλων, οἵτʼ εἰσὶ πολυκλύστοιο θαλάσσης,
  4. Κυανέας ὅθι μῦθος ἀναιδέας εἰν ἁλὶ πέτρας
  5. πλαζομένας καναχηδὸν ἐπʼ ἀλλήλῃσι φέρεσθαι.
  6. Ἐκ δὲ τοῦ οἰγόμενος παραπέπταται ἀνδράσι Πόντος
  7. πολλὸς ἐὼν καὶ πολλὸν ἐπʼ ἀντολίης μυχὸν ἕρπων.
  8. Τοῦ δʼ ἤτοι λοξαὶ μέν ἐπιτροχάουσι κέλευθοι,
  9. αἰεὶ πρὸς βορέην τε καὶ ἀντολίην ἁρόωσαι·
  10. μέσσαι δʼ ἔνθα καὶ ἔνθα δύω ἀνέχουσι κολῶναι,
  11. ἡ μὲν ὑπερνοτίη; τήν τε κλείουσι Κάραμβιν,
  12. ἡ δὲ βορειοτέρη γαίης ὑπὲρ Εὐρωπείης,
  13. τήν ῥα περικτίονες Κριοῦ καλέουσι μέτωπον·
  14. αἵτʼ ἄμφω ξυνίασιν ἐναντίαι, οὐ μὲν ἐοῦσαι
  15. ἐγγύθεν, ἀλλ ὅσον ὁλκὰς ἐπὶ τρίτον ἦμαρ ἀνύσσαι.
  16. Ἐκ τοῦ δʼ ἂν καὶ Πόντον ἴδοις διθάλασσον ἐόντα,
  17. τόρνῳ ἐειδόμενον περιηγέος ἅμματι τόξου·
  18. ἀλλʼ εἴη νευρῆς σημήια δεξιὰ Πόντου,
  19. ἰθὺ διαγραφθέντα, μόνη δέ τοί ἐστι Κάραμβις,
  20. γραμμῆς ἐκτὸς ἐοῦσα καὶ ἐς βορέην ὁρόωσα·