Ars Rhetorica

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Ἐμοὶ μὲν ἦν τερπνὸν αὐτὸν παρόντα καὶ συγχορεύοντα καὶ ἀναβακχεύοντα μετὰ σοῦ τῆς φίλης ἐμοὶ

κεφαλῆς ὑμνεῖν τε καὶ ἀνυμνεῖν τὸν μικρὸν ὕστερον ἐπιτελεσθησόμενον γάμον καὶ ιἄδειν γε τὸν ὑμέναιον τὸν ἐπὶ τοῖς γάμοις πρέποντα λέγεσθαι. ἐπεὶ δὲ ἔοικεν δεσμός τις οὗτος ὁ πρὸς τοῖς λόγοις καὶ τῇ παιδεύσει τῇ παρούσῃ διαιρεῖν ἡμᾶς τοῖς σώμασιν καὶ τοῖς τόποις ἀπ’ ἀλλήλων (μὴ γὰρ δὴ ταῖς ψυχαῖς τε καὶ διαθέσεσιν καὶ εὐνοίαις ταῖς ἐπ’ αὐταῖς χωρισθείημέν ποτε), ἀλλ’ | οὖν ἔστω σοι ὥςπέρ τι δῶρον παρ’ ἐμοῦ εἰς συντέλειάν τε καὶ κόσμον τῶν γάμων τὸ μηδὲ τῶν περὶ τούτων εἰωθότων λέγεσθαι μηδὲ αὐτὸν ἀπείρως ἔχειν, εἴτ’ οὖν αὐτὸς καὶ παρὰ σεαυτῷ φυλάττειν βούλοιο εἴτε καὶ ἑτέρῳ τινὶ τοῦτον οἷον ἔρανόν τινα εἰς χάριν συνεισφέρειν. τάχα μὲν οὖν καὶ αὐτὸς ἤδη ποτὲ καὶ ἄλλοτε προανεκρούσω ἐν τοῖς τοιούτοις τῶν λόγων, ὁπηνίκα κομιδῇ νέος ὢν παρ’ ἐμοὶ τὴν πρώτην ὁδὸν τῶν ῥητορικῶν μετῄεις, τά τε ἄλλα γράφων καὶ συγγράφων γυμνάσματά τε καὶ ἀσκήματα τῆς ῥητορικῆς, καὶ δὴ καὶ τὰς θέσεις οὕτω λεγομένας, καὶ τούτων τὰ εἰς τὸν περὶ αὐτοῦ τοῦ γάμου λόγον συντείνοντα καὶ τὴν προτροπὴν τὴν εἰς αὐτόν.

προκεχείρισται γὰρ ἐν τοῖς μάλιστα καὶ τοῦτο πρὸ πάντων τοῖς νεωτέροις εἰς γραφήν, εἰ γαμητέον. οὐ πόρρω δὲ οὐδ’ ὁ νῦν ὑφ’ ἡμῶν προχειριζόμενος λόγος τῆς περὶ τὰς τοιαύτας ἰδέας τῶν λόγων θήρας. ἀμέλει | γε τοιοῖςδε τόποις, οἷς πέρ που καὶ ἐν ταῖς θέσεσιν ** ἀπὸ θεῶν, καὶ ὅτι

οὗτοι οἱ εὑρόντες καὶ δείξαντες τοὺς γάμους τοῖς ἀνθρώποις· εὺς γὰρ καὶ Ἥρα, πρῶτοι ζευγνύντες τε καὶ συνδυάζοντες· οὕτω τοι ὃ μὲν καὶ πατὴρ καλεῖται πάντων, ἣ δὲ Ζυγία ἀπὸ τοῦ ζευγνύναι τὸ θῆλυ τῷ ἄρρενι, καὶ ἀπὸ τούτων τῶν θεῶν καὶ ὁ τῶν λοιπῶν θεῶν χορὸς παρῆλθεν εἰς τὸν βίον τῶν ἐπιφημισθέντων τοῖς γάμοις, γαμηλίων τε καὶ γενεθλίων οὕτως ὀνομαζομένων· καὶ ὅτι ὁ γάμος αἴτιος τοῦ τε ὀνομασθῆναι τούτους τοὺς θεοὺς καὶ τιμᾶσθαι· ἄνευ γὰρ τῶν γάμων οὐδ’ ἂν αἱ τιμαὶ τούτων παρῆλθον εἰς ἀνθρώπους.

Ἐφεξῆς ἐπάγειν χρὴ τὸν περὶ τῆς φύσεως λόγον, καὶ ὅτι τοῦτο αὐτῆς ἔργον, τὸ γεννᾶν τε καὶ κυΐσκειν· καὶ ὅτι διῆλθεν διὰ πάντων τὸ ἔργον αὐτῆς καὶ ζῴων καὶ φυτῶν. εἶτα τὴν διαφορὰν ἐπάξομεν τῆς ἐν τοῖς ἀνθρώποις μίξεως καὶ κοινωνίας, ὅτι τὰ μὲν | ἁπλῶς καὶ ὡς ἔτυχεν μίγνυται, ὁ δὲ ἄνθρωπος τάξιν τινὰ καὶ νόμον ἐξεῦρεν τοῦ γάμου, οὐκ ἀγεληδὸν δίκην θηρίων ἐπιτρέπων μίγνυσθαι, ἀλλὰ σύμμιξιν καὶ κοινωνίαν δυοῖν τὴν προσφορωτάτην εἰς ἅπαντα τὸν βίον μεμηχανημένος. ἐν ιὧ, ὅτι τοῦ μὲν θηριώδους καὶ πεπλανημένου βίου ἀπηλλάγησαν, βίον δὲ ἥμερον καὶ τεταγμένον ἔσχον διὰ τοῦ γάμου. καὶ ὅτι θνητὸν ὄν γε τὸ ἀνθρώπειον ἐκ τῆς μίξεως καὶ κοινωνίας τοῦ γάμου ἀθάνατον γέγονεν, ἐκ τῆς διαδοχῆς τῶν ἐπιγισθαι,

νομένων ὥςπερ φῶς ἀναπτόμενον καὶ διαδιδόμενον ἀεὶ τοῖς ἐπιγιγνομένοις τῇ γεννήσει τοῦ ἀνθρώπου καὶ μήποτε ἀποσβεννύμενον. καὶ τοῦτον ἄν τις εἴποι δικαίως ἔρανον κάλλιστον οὐ χρημάτων οὐδὲ κτημάτων τινῶν, ἀλλ’ αὐτῆς τῆς φύσεως καὶ τοῦ γένους.

Εἶτα ἐξετάσεις ἐπὶ τούτοις, ὅσα προσγίνεται τοῖς γεγαμηκόσι. πρῶτον μὲν πρὸς δόξαν, ὅτι ἐνδοξότεροι τὸ κάλλιστον μέρος τῆς ἀρετῆς εὐθὺς ἀπὸ τῶν | γάμων ἀρχόμενοι καρποῦσθαι, τὴν σωφροσύνην· ὁ γὰρ γάμος εὐθὺς καὶ σωφροσύνης δόξαν περιτίθησι τοῖς ἀνθρώποις, καὶ οἱ τοιοῦτοι δοκοῦσιν τῆς μὲν ἀτάκτου μίξεως ἀπηλλάχθαι, πρὸς δὲ μίαν ἀφορᾶν μόνην τὴν ἑαυτοῦ ἕκαστος γυναῖκα. ἐκ δὲ τούτου καὶ ἐντιμοτέρους ἀνάγκη γίγνεσθαι τοὺς ἀνθρώπους καὶ πιστοτέρους δοκεῖν καὶ εὐνουστέρους περὶ τὰς αὑτῶν πατρίδας ἐν παντὶ διὰ τὸ ὥςπερ ὅμηρα δεδωκέναι ταῖς πατρίσι τοὺς ἑαυτῶν παῖδας, δι’ οὓς ἀναγκαῖον καὶ μᾶλλον εἰς τὰς συμβουλίας παραλαμβάνεσθαι.

Καὶ πρὸς λύπας δὲ καὶ τὰ δυσχερῆ τὰ ἐν τῷ βίῳ γάμος χρησιμώτατος, κουφότερα ταῦτα παρασκευάζων ὥςπερ φορτία, μεταδιδόντων ἡμῶν ταῖς ἑαυτῶν γυναιξὶν τῶν δυσχερῶν καὶ τῇ κοινωνίᾳ παρηγορουμένων. ἐν δὲ τούτῳ καὶ τὰ ἡδέα ἀνάγκη τερπνότερα | φαίνεσθαι, μὴ αὐτῶν ἐφ’ ἑαυτῶν εὐφραινομένων, ἀλλὰ ἐχόντων καὶ τοὺς συμπανηγυρίζοντας καὶ τοὺς συνευφραι|της

νομένους παῖδάς τε καὶ γυναῖκας καὶ τοὺς ἄλλους συγγενεῖς· καὶ ἑορταὶ δὲ καὶ πανηγύρεις διὰ τοῦτο τερπναί, ὅτι ἐν πολλοῖς γίγνονται. ἀνάγκη δὲ ἐκ τούτου καὶ τὰς συγγενείας αὐξάνεσθαι· καὶ ὅτι ἐκ τούτου πρῶτον μὲν συνοικίαι ἐγένοντο, εἶτα καὶ κῶμαι, εἶτα καὶ πόλεις. ἐκ δὲ τῶν ἐπιγαμιῶν καὶ ἡ γνῶσις πλείων καὶ ἡ συγγένεια ὑπερορίοις. ἥδῃ παραθετέον καὶ μνηστέον καὶ ἐνδόξων γάμων ἢ ἀρχαίων, καὶ ὅσα ἀπὸ τούτων ἀγαθὰ ἐγένετο τοῖς ἀνθρώποις, καὶ ὅση ἀποτροπὴ τῶν δυσχερῶν διὰ γάμου, οἷον ὅτι Μενέλεως ἀθάνατος ἐγένετο διὰ τὸν γάμον τῆς Ἑλένης καὶ ὁ Πηλεὺς διὰ τὸν τῆς Θέτιδος, καὶ ὁ Ἄδμητος διὰ τὴν Ἄλκηστιν τὸν ἐκ τῆς εἱμαρμένης θάνατον διέφυγεν.

Ἐπειδὰν δὲ ἱκανῶς περὶ τούτων διέλθῃς, εὐχῇ χρηστέον ἀγαθῶν μὲν αἴτησιν ἐχούσῃ περὶ τὸν γάμον καὶ τὰς παιδοποιίας, ἀποτροπὴν δὲ τῶν κακῶν. εἶτα δια¦τυπωτέον λόγῳ οἷον προαναφωνοῦντα, ὁποῖος ἂν ὁ βίος ὁ μετὰ τῶν παίδων γένοιτο, ὅτι τερπνότατος χορὸς παίδων οἱ γένοιτο γέροντι, καὶ ὅτι τρόπον τινὰ ἐξ ἀρχῆς ἀνανεάζεσθαι αὐτὸν καὶ ἀνηβάσκειν σὺν τοῖς αὑτοῦ παισίν. ἐν τούτῳ δὲ ἀνάγκη καὶ ἀναμιμνήσκειν, ὧν ποτε καὶ αὐτὸς ἐν νεότητι ἐποίησεν· ἡδεῖα δὲ καὶ ἡ μνήμη τῶν ἐν παισὶν ἡμῖν πεπραγμένων. καὶ ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ποιοῦν ἐξ ἀρχῆς πάλιν βεβιωκέναι. εἰ δὲ εἰκόνα τις ὁρῶν ἑαυτοῦ ἄψυχον ἥδεται,

〈πόσῳ μᾶλλον ἡσθήσεται〉, ὅταν καὶ μὴ ἄψυχον ταύτην ὁρᾷ ἀλλὰ καὶ ἔμψυχον, μηδὲ μίαν ἀλλὰ πολλάς, ἂν οὕτω τύχῃ; ἐπακτέον δὲ πάλιν καὶ ἐνταῦθα ἱστοριῶν τινων μνημονεύοντα, ὅσοι ἀπὸ παίδων εὐτύχησαν, ὅσοι κακῶν ἀποτροπὰς εὕραντο, οἷον τῷ | Ἀγχίσῃ παρὰ τοῦ Αἰνείου. Δεῖ δὲ μηδὲ τὰ πρόσωπα τῶν γαμούντων τε καὶ γαμουμένων παρεἷναι, ἀλλὰ καὶ τούτων ἐπαίνους λέγειν. ποτὲ μὲν οὖν ἐν ἀρχῇ χρηστέον τῷ τόπῳ τούτῳ, ποτὲ δὲ καὶ ἐπὶ τέλει· ἐὰν μὲν οὖν πάνυ ἔνδοξα ᾖ, ἐν ἀρχῇ· ἐἂν δὲ ἥττονα, ὑπερβαλόντα καὶ ἐπὶ πᾶσι λέγοντα.

ὁ δὲ ἔπαινος ἄπερ ἐν τοῖς ἐγκωμίοις ἕξει, καὶ τόποι οἱ αὐτοὶ καὶ 〈ἐκεῖ, ὁ〉 ἀπὸ τῆς πατρίδος, ὁ ἀπὸ τοῦ γένους, ὁ ἀπὸ τῆς φύσεως, ὁ ἀπὸ τῆς ἀγωγῆς, καὶ ὅτι ἴσοι καὶ ὅμοιοι καὶ βέβαιοι ἀμφότεροι, καὶ ἐκ τοιούτων πατέρων καὶ προπατόρων· καὶ εἰ μὲν ἐκ τῆς αὐτῆς πατρίδος, ὅτι ἐκ πολλοῦ προσῳκειωμένοι ὑπὸ τοῦ τόπου· εἰ δὲ ἐκ διαφόρων, ὅτι καὶ ὑπὸ θεῶν συνήχθησαν εἰς τὴν κοινωνίαν. εἰ δὲ δὴ ἐκ τοῦ αὐτοῦ γένους εἰσίν, ὅτι αὔξησις καὶ οἰκειό|της συγγενείας ἄλλη ἐπ’ ἄλλῃ γέγονεν, καὶ δεσμὸς βεβαιότερος καὶ ἰσχυρότερος· ὅταν δὲ ἀπὸ διαφόρων ἐπιτηδευμάτων, ὃ μὲν ἀπὸ στρατείας, ὃ δὲ ἀπὸ παιβουλευτικὴ

δείας, ὅτι ἁρμονία αὕτη ἀρίστη, τὸ εἰς ταὐτὸν σοφίαν τε καὶ ἀνδρείαν τελεῖν, καὶ οἵους εἰκὸς τοὺς ἀπὸ τούτων γενέσθαι.

Εἰ δὲ δὴ αὐτὸς εἴη ὁ γαμῶν ὁ τὸν λόγον διαθέμενος, περὶ αὐτοῦ τούτου προοιμιαστέον χαριέντως, ὥσπερ οὖν καὶ σοὶ ποιητέον, ὅτι εἰ καὶ οἱ ἐρασταὶ τὰ αὑτῶν παιδικὰ ἐπαινοῦσι, πολὺ δή που μᾶλλον αὐτῷ πρέπον τὸν γάμον ἐπαινεῖν [ἢ τὰ ἑαυτοῦ παιδικά]· καὶ ὅτι τῷ λόγῳ καὶ τῇ παιδείᾳ καὶ ἐπὶ τούτου χρηστέον. ⁎ ⁎ ὥςπερ ἤδη προοιμιαζόμενον καὶ προκαταμαναt τευόμενον περὶ τῶν καὶ αὐτοὺς εἰκος διαφέροντας περὶ παιδείαν γενέσθαι.

Λέξει δὲ χρηστέον ἀφελεῖ μᾶλλον ἐγγὺς Ξενο|φῶντός τε καὶ Νικοστράτου βαίνοντα, ὀλιγαχοῦ δὲ ἐξαίροντα τὸν λόγον εἰς σεμνότητα, εἴ που τὰ ἐννοήματα ἀναγκάζοι.