Ars Rhetorica

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Πανηγύρεις εὕρημα μὲν καὶ δῶρον θεῶν εἰς ἀνάπαυσιν τῶν περὶ τὸν βίον αἰεὶ πόνων παραδιδόμεναι, ὥς που ὁ Πλάτων φησίν, οἰκτειράντων τῶν θεῶν τὸ ἀνθρώπειον ἐπίπονον γένος· συνήχθησαν δὲ ὑπὸ ἀνθρώπων σοφῶν, κατεστάθησαν δὲ ὑπὸ πόλεων κοινῇ κοινῷ δόγ|ματι εἰς τέρψιν καὶ ψυχαγωγίαν τῶν παρόντων. συντέλεια δὲ ἡ εἰς τὰς πανηγύρεις ἄλλη ἄλλων· παρὰ μὲν τῶν πλουσίων δαπάναι χρημάτων, παρὰ δὲ τῶν ἀρχόντων κόσμος περὶ τὴν πανήγυριν καὶ τῶν ἐπιτηδείων εὐπορία· οἱ δὲ ἀθληταὶ τῇ ῥώμῃ τῶν σωμάτων κοσμοῦσι τὴν πανήγυριν, καὶ ὅσοι γε δὴ Μουσῶν
καὶ Ἀπόλλωνος ὀπαδοί, τῇ μουσικῇ τῇ παρ’ ἑαυτῶν. ἀνδρὶ δὲ περὶ λόγους ἐσπουδακότι καὶ σύμπαντα τὸν ἑαυτοῦ βίον ἀνατεθεικότι τούτοις πρέποι ἂν οἶμαι τοῖς τοιούτοις λόγοις κοσμεῖν τὴν πανήγυριν, τέχνῃ μετιόντι τὸν λόγον, ὡς μὴ κατὰ τοὺς πολλοὺς εἴη αὐτῷ γινόμενος. φέρε οὖν εἰς τοῦτο, ὁ Ἐχέκρατες, λέγωμέν σοι, ὥςπερ ὁδοῦ τινος ἀστιβοῦς τοῖς πολλοῖς ἡγεμόνες γιγνόμενοι, ἃ πάλαι παρὰ τῶν πατέρων τῆς ἡμεδαπῆς σοφίας παραλαβόντες ἔχομεν, ἐκεῖνοι δὲ καὶ οἱ ἔτι τούτων ἀνωτέρω παρ’ Ἑρμοῦ τε καὶ Μουσῶν λαβεῖν ἔφασαν οὐ μείον’ ἢ ὁ | Ἀσκραῖος ποιμὴν [ποίησιν] παρὰ τῶν αὐτῶν τούτων ἐν τῷ Ἑλικῶνι.

ἴθι οὖν σὺν τέχνῃ οὑτωσὶ μετίωμεν τοὺς λόγους. Θεὸς μέν γέ που πάντως πάσης ἡςτινοςοῦν πανηγύρεως ἡγεμὼν καὶ ἐπώνυμος, οἷον Ὀλυμπίων μὲν Ὀλύμπιος Ζεύς, τοῦ δὲ ἐν Πυθοῖ Ἀπόλλων. ἀρχὴ μὲν δὴ τοῦ λόγου τοῦδε τοῦ θεοῦ, ὅςτίς ποτ’ ἂν ᾖ, ἔπαινος ἡμῖν γιγνέσθω, ὥςπερ πρόσωπόν τι τηλαυγὲς προκείμενος τοῦ λόγου. ἐπαινέσεις δὲ ἀπὸ τῶν προσόντων τῷ θεῷ· εἰ μὲν Ζεύς, ὅτι βασιλεὺς θεῶν, ὅτι τῶν ὅλων δημιουργός· εἰ δὲ Ἀπόλλων, ὅτι μουσικῆς εὑρετής, ὅτι ὁ αὐτὸς Ἡλίῳ, ’Ἡλιος δὲ πάντων πᾶσιν ἀγαλύνουσαν

θῶν αἴτιος· εἰ δὲ Ἡρακλῆς, ὅτι Διός, καὶ ἃ παρέσχεν τῷ βίῳ. καὶ σχεδὸν ὁ τόπος συμπληρωθήσεται ἐξ ὧν ἕκαστος ἢ εὗρεν ἢ παρέσχεν τοῖς ἀνθρώποις. ἐν βραχεῖ δὲ ταῦτα, ὡς μὴ τοῦ ἐπιόντος ὁ λόγος ὁ προάγων μείζων γίγνοιτο. |

Ἐφεξῆς ἐπιέναι χρὴ τὸν ἔπαινον τῆς πόλεως, ἐν ᾗ ἡ πανήγυρις· περὶ θέσεως αὐτῆς, περὶ γενέσεως· ἐν ᾧ τίς ὁ κτίστης θεὸς ἢ ἥρως, καὶ εῖ τι ἔχεις περὶ αὐτοῦ εἰπεῖν· εἴ τι πέπρακται τῇ πόλει ἢ ἐν πολέμοις ἢ ἐπ’ εἰρήνης. ἁρμόσει δὲ καὶ περὶ μεγέθους λέγειν, εἰ μεγάλη, ἢ 〈εἰ〉 σμικρά, ὅτι κάλλει διαφέρουσα, ὅτι εἰ καὶ σμικρά, ἀλλὰ δυνάμει ἰσοῦται ταῖς μεγάλαις. ὅσα περὶ κόσμου, οἷον ἱερῶν ἢ τῶν ἐν τούτοις ἀναθημάτων, δημοσίων οἰκοδομημάτων, ἰδιωτικῶν, ὥς που καὶ Ἡρόδοτος πεντώροφα καὶ ἑξώροφα φησὶν εἶναι ἐν Βαβυλῶνι· ἂν ποταμὸς ᾖ μέγας ἢ καθαρὸς ἢ συμβαλλόμενος τοῖς ἐνοικοῦσι τὴν χώραν· εἰ δὲ δὴ καὶ μῦθος εἴη λεγόμενός τις περὶ τῆς πόλεως, οὕτω μὲν ἂν καὶ πολλὴν γλυκύτητα ἔχοι ὁ λόγος.

Λεκτέον δὲ ἐπὶ τούτοις καὶ περὶ αὐτοῦ τοῦ ἀγῶνος, τίς ἀρχὴ καὶ κατάστασις αὐτοῦ ἢ ἐφ’ οἷςτισιν ἐτέ|θη, εἴτε μῦθός τις εἴη εἴτε ἄλλό τι ἀρχαῖον. ἐν τούτῳ δὲ γενόμενος μὴ ἀπλῶς παρέλθῃς τὸν τόπον, ἀλλὰ παραστάθη,

βαλεῖν χρὴ πρὸς τοὺς ἄλλους ἀγῶνας. τοῦτο δ’ εὐπορήσεις τῷ λόγῳ, οἷον ἀπὸ καιροῦ παραβάλλων· εἰ μὲν πρὸς ἔαρ ἄγοιτο, ὅτι ἐν τῷ συμμετροτάτῳ πρὸς ἑκάτερα· εἰ δὲ ἐν χειμῶνι, ὅτι ἐν τῷ ἐρρωμενεστάτῳ καὶ ἀνδρειοτάτῳ, ὡς ἂν εἴποι τις, καιρῷ· εἰ δ’ ἐν θέρει, ὅτι πρὸς ἄσκησιν καὶ 〈ἡ〉 θεωρία τῶν θεωμένων κατεστάθη, καὶ ὅτι ἔλεγχος τῆς προαιρέσεως, [ὡς] καὶ μὴ ὄντων ἀθλητῶν τοὺς θεωμένους ἀγωνίζεσθαι. ἔχοις δ’ ἂν καὶ τὸ φθινόπωρον ἐπαινεῖν καὶ [ὅτι] ἀπὸ συγκομιδῆς τῶν καρπῶν καὶ ἀπὸ τοῦ ἤδη παύεσθαι τοὺς ἀνθρώπους τῶν πόνων.

Σκοπεῖσθαι δὲ καὶ τὸν τρόπον τῆς διαθέσεως τοῦ ἀγῶνος δεῖ. εἰ μὲν μουσικὸς καὶ γυμνικὸς εἴη, ὅτι τελεώτατος ὁ ἀγὼν καὶ ἀνενδεῶς κεκραμένος καὶ ῥώμῃ | σωμάτων καὶ καλλιφωνίᾳ καὶ τοῖς λοιποῖς μέρεσι τῆς μουσικῆς· εἰ δὲ γυμνικός, ὅτι τὴν μουσικὴν ὡς ἐκθηλύνουσαν τὴν ψυχὴν παρῃτήσατο, τὴν δὲ ῥώμην τῶν σωμάτων παρέλαβεν, καὶ ὅτι ὁ τρόπος τῆς ἀγωνίας χρήσιμος πρὸς τὴν ἀνδρείαν τὴν ἐν τοῖς πολέμοις.

Μὴ παρέργως δὲ μηδὲ αὐτὸν τὸν στέφανον παρέλθῃς, ὅςτις ἐπῇ (οὐδὲ γὰρ ἐν τούτῳ γενόμενος ἀπορήσεις ἐπαίνου)· τὴν μὲν δρῦν, ὅτι ἱερὰ Διός, καὶ ὅτι ἡ πρώτη καὶ πρεσβυτάτη τροφὴ τῶν ἀνθρώπων, καὶ ὅτι οὐκ ἄφωνος, ἀλλὰ καὶ ἐφθέγξατό ποτε ἐν

Δωδώνῃ. εἰ δὲ ἐλαία, ὅτι ἱερὰ τῆς Ἀθηνᾶς, καὶ ὅτι ἄκος πόνων, καὶ ὅτι τὰ τρόπαια ἀπὸ τούτου τοῦ φυτοῦ ἀνέθεσαν οἱ παλαιοί, καὶ ὅτι τῆς νίκης τοῦτο σύμβολον τὸ φυτόν, καὶ ὅτι ἡ Ἀθηνᾶ τούτῳ πρώτη ἐστέψατο νικήσασα τὸν Ποσειδῶνα, καὶ ὅτι οἰκειότατον τοῖς ἀγωνιζομένοις (τὰ γὰρ γυμνάσια διὰ τοῦ ἐλαίου διαπονεῖται), καὶ ὅτι συναγωνίζεται πρὸς τὸν λόγον δι’ οὗ πανηγύρεις κοσμοῦνται. καὶ τὴν δάφνην δὲ ἐρεῖς ὅτι καὶ ἱερὰ τοῦ Ἀπόλλωνος καὶ | μαντικὸν τὸ φυτόν· εἰ δὲ βούλει καὶ τοῦ μύθου ἐφάπτεσθαι τοῦ περὶ τῆς Δάφνης, οὐδὲ τοῦτό σοι ἄπο τρόπου εἴη ἂν εἰρημένον. ὁμοίως δὲ καὶ ἕτερον εἰ ἐπείη, οἱονεὶ καρποὶ Δημητριακοὶ ἢ πίτυς, εὐπορήσεις που καὶ περὶ τούτων ἑκάστου. οὐκ ἔξω δὲ φιλοτιμίας οὐδὲ τὸ παραβαλεῖν τὸν στέφανον πρὸς τοὺς παρ’ ἄλλοις.

Ὁ δέ σοι τοῦ παντὸς λόγου οἱονεὶ κολοφὼν ἐπήχθω τοῦ βασιλέως ἔπαινος, καὶ ὅτι τῷ ὄντι ἀγωνοθέτης πάντων ἀγώνων ὁ τὴν εἰρήνην πρυτανεύων, δι’ ἣν καὶ τοὺς ἀγῶνας ἐπιτελεῖν οἷόν τε. ἤδη δέ τινες καὶ τοὺς διατιθέντας τοὺς ἀγῶνας ἐπῄνεσαν, εἰ ἄρα ἔνδοξοί τινες οὗτοι, ὅτι καὶ ἐν ἄλλοις πρότερον γενόμενοι χρήσιμοι, καὶ ἐν τούτοις ὅτι φιλοτιμότατοι. εἰ δὲ μὴ ἄλλα ἔχεις πρεσβύτερα, ὅτι ἀρχὴ τῆς φιλοτιμίας τῆς περὶ τὴν πα|τρίδα μεγίστη καὶ Ἑλληνικωτάτη.

Ἡ δὲ λέξις ἄλλη μὲν κατὰ τὴν ἑκάστων φύσιν ἢ βούλησιν. εἰ δὲ δὴ κρατεῖν χρὴ τὴν ἐμὴν γνώμην, οὐ μονότροπον ταύτην συμβουλεύσαιμ’ ἂν εἶναι ἀλλὰ ποικίλην καὶ μεμιγμένην, καὶ τὰ μὲν 〈ἐν〉 τῇ ἀφελείᾳ προάγοντα, τὰ δὲ ἐν ἀντιθέτοις τε καὶ παρισώσεσιν Ἰσοκράτους, τὰ δὲ διηρμένως. ταύτην γὰρ τὴν ὁδὸν καὶ τὸν τοῦ ἡμεδαποῦ χοροῦ ἡγεμόνα τε καὶ κορυφαῖον οἶδα μετιόντα 〈πάντῃ〉 ὡς ἔπος εἰπεῖν ἢ ἐν τοῖς πλείστοις, εἰ μή τι πρὸς εἶδος γράφειν τι προὔθετο· ἑκάστης δὲ ἰδέας ἔδωκεν ἡ ὕλη τὴν ἀφορμήν. δεῖ δὲ τοῖς νοήμασιν ἐπακολουθοῦσαν καὶ τὴν ἑρμηνείαν ἐπάγειν, οἷον τὰ μὲν ἀφηγηματικὰ καὶ μύθου τινὸς ἐχόμενα ἀφελῶς προάγοντα· ὅσα δὲ περὶ βασιλέων ἢ θεῶν, σεμνῶς· ὅσα δὲ περὶ παραβο|λῶν καὶ συγκρίσεων, πολιτικῶς· εἰ μὴ ἄρα τις πρὸς τὸ ἀξίωμα 〈μίαν〉 τινὰ ἰδέαν λόγου διὰ πάντων παρέχοιτο· ἐπι- δεικτικώτερον δὲ τὸ προειρημένον καὶ δημοτερπέστερον.