De imitatione (fragmenta)

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

Ὁ Λυσιακὸς λόγος πρὸς τὸ χρήσιμον καὶ ἀναγκαῖόν ἐστιν αὐτάρκης, καὶ τὸ μὲν αὐχμηρὸν ἐκπεφευγώς, πάνυ δὲ λιτὸς καὶ ἰσχνὸς κατὰ τὴν ἀπαγγελίαν. ἔστι δὲ κομψὸς καὶ ἐναλήθης, καὶ τῷ ἀττικισμῷ εὔ|χαρις· οὐ μὴν ἀτεχνῶς αὐξητικός, πλὴν τοῦ σκοποῦ λεληθότως ἐπιτυγχάνων, μετ’ ἀκροτάτης τῆς κατὰ τὴν χάριν ἡδονῆς, ὡς ἀναγινωσκόμενον μὲν οὐ χαλεπὸν νομίζεσθαι, χαλεπὸν δὲ εὑρίσκεσθαι ζηλοῦν πειρωμένοις. μάλιστα δὲ ἐπιτευκτικὸς ἐν ταῖς διηγήσεσιν· ἰσχνότητι γὰρ τῆς φράσεως σαφῆ καὶ ἀπηκριβωμένην ἔχουσι τὴν τῶν πραγμάτων ἔκθεσιν.

Ὁ δὲ Ἰσοκρατικὸς

κομψεύεται μέν, ἀλλὰ μετὰ σεμνότητος, καὶ πανηγυρικώτερός ἐστι μᾶλλον ἢ δικανικώτερος. ἔχει δὲ τὸν κόσμον μετὰ ἐναργείας, καὶ πομπικός ἐστι πέρα τοῦ ἀνυστικοῦ καὶ χρησίμου· οὐ μὴν ἀγωνιστικός, περιγράφων δὲ τὴν ἀπαγγελίαν ταῖς περιόδοις, καὶ ὅλως σεμνότητα σωφρονίζων λιτότητι, τὸ δὲ λιτὸν ἐξαίρων * * καὶ αὐτοῦ μάλιστα ζηλωτέον τήν τε τῶν ὀνομάτων ἐκλογὴν καὶ συνέχειαν καὶ τὸ τῆς ὅλης ἰδέας ἐπιδεικτικόν.