De imitatione (fragmenta)

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei quae exstant, Volume 5.2: Opuscula, Volume 2. Usener, Hermann; Radermacher, Ludwig; editors. Leipzig: Teubner, 1904.

[Τῶν φιλοσόφων δ’ ἀναγνωστέον τούς τε Πυθαγορικοὺς τῆς σεμνότητος καὶ τῶν ἠθῶν καὶ τῶν δογμάτων ἕνεκεν· οὐ μὴν ἀλλὰ καὶ τῆς ἀπαγγελίας· μεγαλοπρεπεῖς γὰρ τῇ λέξει καὶ ποιητικοί· καὶ οὐδὲ παραλυποῦσι τὴν σαφήνειαν κεκραμένῃ τῇ διαλέκτῳ χρώμενοι.] μιμητέον δὲ * * μάλιστα Ξενοφῶντα καὶ. Πλάτωνα τῶν τε ἠθῶν χάριν καὶ τῆς ἡδονῆς καὶ τῆς

μεγαλοπρεπείας. παραληπτέον δὲ καὶ Ἀριστοτέλην εἰς μίμησιν τῆς τε περὶ τὴν ἑρμηνείαν δεινότητος καὶ τῆς σαφηνείας, καὶ τοῦ ἡδέος καὶ πολυμαθοῦς· τοῦτο γὰρ ἔστι μάλιστα παρὰ τοῦ ἀνδρὸς τούτου λαβεῖν. φιλοτιμώμεθα δ’ αὐτοῦ καὶ τοῖς μαθηταῖς ἐντυγχάνειν, οὐδὲν ἐλάττονος οὖσι σπουδῆς ἀξίοις. |

Ἐπειδὴ τοίνυν τὰ περὶ τῶν ἄλλων ἀναγνωσμάτων ἐστὶν ἡμῖν κεφαλαιωδῶς ἐξειργασμένα, ῥητέον λοιπὸν καὶ ὃ παρὰ τῶν ῥητόρων ἔστιν ἑκάστου λαβεῖν· ὃ δὴ καὶ μᾶλλον ἡμῖν ἀναγκαῖον.