Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Καίσων δὲ Φάβιος ὁ ἕτερος τῶν ὑπάτων, οὐδενὸς

v.3p.275
χεῖρον στρατηγήσας, ἀφῃρέθη τὸν ἐκ τῶν ἔργων ἔπαινον παρʼ οὐδὲν ἁμάρτημα ἴδιον, ἀλλʼ ὅτι τὸ δημοτικὸν οὐκ εἶχε κεχαρισμένον αὐτῷ, ἐξ οὗ τὸν ὕπατον Κάσσιον ἐπὶ τῇ τυραννίδι προσαγγείλας ἀπέκτεινεν.

οὔτε γὰρ ὅσα δέοι σὺν τάχει στρατηγῷ κελεύσαντι τοὺς ὑπηκόους πειθαρχεῖν, οὔθʼ ὅσα τῷ προθύμῳ καὶ πρέποντι χρησαμένους βίᾳ κατασχεῖν, οὔθʼ ὅσα λάθρα τῶν ἀντιπολεμίων χωρία εἰς πλεονεξίαν εὔθετα σφετερίσασθαι, οὔτʼ ἄλλο πράττειν οὐδὲν ἕτοιμοι ἦσαν, ἐξ οὗ τιμήν τινα ὁ στρατηγὸς καὶ δόξαν ἀγαθὴν ἐξοίσεσθαι ἔμελλε. καὶ τἆλλα μὲν αὐτῶν, ὅσα ὑβρίζοντες τὸν ἡγεμόνα διετέλουν, ἐκείνῳ θʼ ἧττον λυπηρὰ ἦν καὶ τῇ πόλει βλάβης οὐ μεγάλης ἄξια, ὃ δὲ τελευτῶντες ἐξειργάσαντο κίνδυνον οὐ μικρὸν ἤνεγκε καὶ πολλὴν αἰσχύνην ἀμφοῖν.

γενομένης γὰρ παρατάξεως ἐν τῷ μεταξὺ τῶν λόφων, ἐφʼ οἷς ἦσαν ἐστρατοπεδευκότες ἀμφότεροι, πάσῃ τῇ παρʼ ἑκατέρων δυνάμει, πολλὰ καὶ καλὰ ἔργα ἀποδειξάμενοι καὶ τοὺς πολεμίους ἀναγκάσαντες ἄρξαι φυγῆς, οὔτʼ ἠκολούθησαν ἀπιοῦσι τοῦ στρατηγοῦ πολλὰ ἐπικελεύοντος οὔτε παραμείναντες ἐκπολιορκῆσαι τὸν χάρακα ἠθέλησαν, ἀλλʼ ἐάσαντες ἀτελὲς ἔργον καλὸν ἀπῄεσαν εἰς τὴν αὑτῶν στρατοπεδείαν.

ἐπιχειρησάντων δʼ αὐτοκράτορα τὸν ὕπατον ἀναγορεῦσαί τινων μέγα

v.3p.276
ἐμβοήσαντες ἀθρόοι κακιζούσῃ τῇ φωνῇ τὸν ἡγεμόνα ἐλοιδόρουν, ὡς πολλοὺς σφῶν καὶ ἀγαθοὺς ἀπολωλεκότα δι’ ἀπειρίαν τοῦ στρατηγεῖν· καὶ ἄλλῃ πολλῇ βλασφημίᾳ καὶ ἀγανακτήσει χρησάμενοι λύειν τὸν χάρακα καὶ ἀπάγειν σφᾶς εἰς τὴν πόλιν ἠξίουν, ὡς οὐχ ἱκανοὺς ἐσομένους, ἐὰν ἐπίωσιν οἱ πολέμιοι, δευτέραν ὑπομεῖναι μάχην.

καὶ οὔτε μεταδιδάσκοντος ἐπείθοντο τοῦ ἡγεμόνος, οὔτʼ ὀλοφυρομένου καὶ ἱκετεύοντος ἔπασχόν τι πρὸς τὰς δεήσεις, οὔτʼ ἀπειλὰς καὶ ἀνατάσεις, ὁπότε καὶ ταύταις χρήσαιτο, διʼ εὐλαβείας ἐλάμβανον, ἀλλὰ πρὸς ἅπαντα τραχυνόμενοι ταῦτα διέμενον. τοσαύτη δʼ ἀναρχία καὶ καταφρόνησις τοῦ ἡγεμόνος πᾶσιν ἐξ αὐτῶν παρέστη, ὥστε περὶ μέσας νύκτας ἐξαναστάντες τάς τε σκηνὰς ἔλυον καὶ τὰ ὅπλα ἀνελάμβανον καὶ τοὺς τραυματίας ἐβάσταζον οὐδενὸς κελεύσαντος.