Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταύτην εἰσηγησαμένου τὴν γνώμην Ἀππίου δόξαντες αὐτὸν ὀρθῶς παραινεῖν οἵ τε ὕπατοι καὶ τῶν ἄλλων οἱ δυνατώτατοι, πολλῇ θεραπείᾳ διεπράξαντο τοὺς τέτταρας ἐκ τῶν δημάρχων οἰκείους τῇ βουλῇ

γενέσθαι. οἱ δὲ τέως μὲν λόγῳ μεταπείθειν τὸν Ἰκίλιον ἐπεχείρουν ἀποστῆναι τῶν περὶ τῆς κληρουχίας πολιτευμάτων, ἕως οἱ πόλεμοι λάβωσι τέλος· ὡς δʼ ἠναντιοῦτο καὶ διώμνυτο λόγον τε τὸν αὐθαδέστερον εἰπεῖν ἐτόλμησε τοῦ δήμου παρόντος, ὅτι μᾶλλον ἂν βούλοιτο Τυρρηνοὺς καὶ τοὺς ἄλλους πολεμίους κρατήσαντας

v.3p.274
τῆς πόλεως ἐπιδεῖν, ἢ τοὺς κατέχοντας τὴν χώραν τὴν δημοσίαν ἀφεῖναι, δόξαντες ἀφορμὴν εἰληφέναι καλὴν πρὸς αὐθάδειαν τοσαύτην τοῦ τἀναντία λέγειν τε καὶ πράττειν, οὐδὲ τοῦ δήμου τὸν λόγον ἡδέως δεξαμένου, κωλύειν αὐτὸν ἔφησαν, καὶ φανερῶς ἔπραττον, ὅσα τῇ βουλῇ τε καὶ τοῖς ὑπάτοις δοκοίη·

μονωθεὶς δʼ Ἰκίλιος οὐδενὸς ἔτι κύριος ἦν. μετὰ τοῦθʼ ἡ στρατιὰ κατεγράφετο καί, ὅσων ἔδει τῷ πολέμῳ πάντα ὑπηρετεῖτο, τὰ μὲν ἐκ τῶν δημοσίων, τὰ δʼ ἐκ τῶν ἰδίων ἁπάσῃ προθυμίᾳ· καὶ διὰ τάχους οἱ ὕπατοι διακληρωσάμενοι τὰ στρατεύματα ἐξῄεσαν, Σπόριος μὲν Φούριος ἐπὶ τὰς Αἰκανῶν πόλεις, Καίσων δὲ Φάβιος ἐπὶ Τυρρηνούς.

Σπορίῳ μὲν οὖν ἅπαντα κατὰ νοῦν ἐχώρησεν οὐχ ὑπομεινάντων εἰς χεῖρας ἐλθεῖν τῶν πολεμίων, καὶ πολλὰ ἐκ τῆς στρατείας ἐξεγένετο χρήματά τε καὶ σώματα λαβεῖν. ἐπῆλθε γὰρ ὀλίγου δεῖν πᾶσαν ὅσην οἱ πολέμιοι χώραν κατεῖχον, ἄγων καὶ φέρων, καὶ τὰ λάφυρα τοῖς στρατιώταις ἅπαντα ἐχαρίσατο.

δοκῶν δὲ καὶ τὸν πρὸ τοῦ χρόνον εἶναι φιλόδημος, ἔτι μᾶλλον ἐκ ταύτης τῆς στρατηγίας ἐθεράπευσε τὸ πλῆθος. καί, ἐπειδὴ παρῆλθεν ὁ χρόνος τῆς στρατείας, ἄγων τὴν δύναμιν ὁλόκληρόν τε καὶ ἀπαθῆ χρήμασιν εὔπορον κατέστησε τὴν πατρίδα.