Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐῶ τἆλλα, ὅσα οὔπω διαστασιάζοντες πρὸς ὑμᾶς καὶ αὐτοί μέν γε μεταποιούμενοι τῶν ἐκ τῆς ἀρχῆς ἐλπίδων συνεκινδυνεύσαμεν ὑμῖν. ἀλλʼ ἐπειδὴ φανερῶς ἤδη τυραννίδα περιβεβλημένοι τὴν ἀρχὴν καὶ ἡμῖν ὥσπερ δούλοις παραχρώμενοι ἐξηλέγχθητε, ἡμεῖς τʼ οὐκέτι ὅμοιοι ταῖς πρὸς ὑμᾶς διανοίαις διαμένοντες, ἐν δὲ τούτῳ καὶ τὰ ὑπήκοα ὀλίγου δεῖν πάντα ἐπανίστατο, ἀρξάντων μὲν τῆς ἀποστάσεως Οὐολούσκων, ἀκολουθησάντων δʼ αὐτοῖς Αἰκανῶν Ἑρνίκων Σαβίνων ἄλλων συχνῶν, ἐδόκει τε οἷος οὐχ ἕτερος εἶναι καιρός, εἰ βουλομένοις ἡμῖν ἦν, δυεῖν ἐξεργάσασθαι θάτερον, ἢ καταλύσασθαι τὴν ἀρχὴν ὑμῶν ἢ πρὸς τὸ λοιπὸν ἀποδεῖξαι μετριωτέραν, ἆρα μέμνησθε, εἰς οἵαν ἀπόγνωσιν τῆς ἀρχῆς ἤλθετε καὶ ὡς ἐν παντὶ δὴ ἀθυμίας

v.2p.376
ἐγένεσθε, εἴτε μὴ συναρούμεθα τῶν ἀγώνων ὑμῖν, εἴτε ὀργῇ ἐφέντες ὡς τοὺς πολεμίους τρεψόμεθα, καὶ ὅσας δεήσεις καὶ ὑποσχέσεις ἐποιήσασθε;

τί οὖν οἱ ταπεινοὶ καὶ πρὸς ὑμῶν ὑβρισμένοι τότε ἐποιήσαμεν; ἡττηθέντες τῶν δεήσεων καὶ πεισθέντες ταῖς ὑποσχέσεσιν, αἷς ὁ βέλτιστος οὑτοσὶ Σερουίλιος ὑπατεύων τότε πρὸς τὸν δῆμον ἐποιήσατο, οὐθὲν μὲν ἐμνησικακήσαμεν ὑμῖν τῶν πάλαι, χρηστὰ δὲ περὶ τοῦ μέλλοντος ἐλπίσαντες χρόνου, παρέσχομεν ὑμῖν ἑαυτούς, καὶ πάντα τὰ πολέμια ἐν ὀλίγῳ κατεργασάμενοι χρόνῳ παρῆμεν ἄγοντες αἰχμαλώτους πολλοὺς καὶ λείας καλάς.

ἀνθʼ ὧν τίνας ἡμῖν χάριτας ἀπεδώκατε; ἆρά γε δικαίας καὶ τῶν κινδύνων ἀξίας; πόθεν; πολλοῦ γε καὶ δεῖ. ἐψεύσασθε μέν γε καὶ τὰς ὑποσχέσεις, ἃς ἐκελεύσατε τὸν ὕπατον ὑπὲρ τοῦ κοινοῦ ποιήσασθαι, αὐτὸν δὲ τὸν ἄνδρα τουτονὶ τὸν βέλτιστον, ᾧ κατεχρήσασθε πρὸς τὸν φενακισμόν, ἄμοιρον ἐποιήσατε τοῦ θριάμβου πάντων μάλιστʼ ἀνθρώπων ἄξιον ὄντα τῆς τιμῆς ταύτης τυχεῖν, οὐκ ἐξ ἄλλου τινὸς προσθέντες αὐτῷ τὴν ὕβριν, ἀλλʼ ὅτι τὰ δίκαια ποιεῖν ὑμᾶς ὡς ὑπέσχεσθε ἠξίου καὶ ἀγανακτῶν ἐπὶ τῷ φενακισμῷ δῆλος ἦν.