Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἃ μὲν δὴ εἰς τὸ συνελευθερῶσαι ὑμᾶς ἀπὸ τῶν τυράννων παρεσχόμεθα ὑπὲρ δύναμιν διὰ τὸ ἑαυτῶν πρόθυμον, οὐχ ὑπὸ τοῦ ἀναγκαίου μᾶλλον εἰς αὐτὸ καταστάντες ἢ ὑπʼ ἀρετῆς, ταῦτʼ ἐστιν. ἃ δʼ εἰς τὸ τιμᾶσθαί τε καὶ ἄρχειν ἑτέρων δυναστείαν τε περιβαλέσθαι μείζω ἢ κατὰ τὴν ἐξ ἀρχῆς δόκησιν ἀκούσατε, καὶ ὅπως, ἐάν τι παρατρέψω τὸν λόγον ἔξω τοῦ ἀληθοῦς, ὥσπερ καὶ ἀρχόμενος εἶπον, ἐναντιώσεσθέ

μοι. ὑμῖν γὰρ ἐπειδὴ τὸ ἀσφαλὲς τῆς ἐλευθερίας ἔδοξεν εἶναι βέβαιον, οὐκ ἀπέχρησεν ἐπὶ τούτου μένειν, ἀλλʼ ἐπὶ τὸ τολμᾶν καὶ νεωτεροποιεῖν ὁρμήσαντες, ἐχθρὸν δʼ ἴσως ἅπαν ἡγούμενοι τὸ περιεχόμενον ἐλευθερίας, καὶ μικροῦ δεῖν πρὸς ἅπαντας ἀνθρώπους πόλεμον ἀναδείξαντες, εἰς ἅπαντα τὰ κινδυνεύματα καὶ τοὺς ὑπὲρ τῆς πλεονεξίας ταύτης ἀγῶνας τοῖς ἡμετέροις ᾤεσθε δεῖν καταχρῆσθαι σώμασιν.

ὅσας μὲν οὖν πόλεις κατὰ μίαν καὶ δύο πολεμούσας ὑμῖν ὑπὲρ τῆς ἐλευθερίας, τὰς μὲν ἐκ παρατάξεως χειρωσάμενοι, τὰς δὲ τειχομαχίαις ἑλόντες ὑπηκόους ἐποιήσαμεν, ἐῶ. τί γὰρ δεῖ κατὰ μικρὸν λέγειν τὰς πράξεις τοσαύτην ἔχοντας λόγων ἀφθονίαν; ἀλλὰ Τυρρηνίαν ἅπασαν εἰς δώδεκα νενεμημένην ἡγεμονίας καὶ πολλῇ μὲν τῇ κατὰ γῆν, πολλῇ δὲ τῇ κατὰ θάλατταν δυναστείᾳ περιουσιάζουσαν,

v.2p.375
τίνες ἦσαν οἱ συγκατακτησάμενοι καὶ ποιήσαντες αὐτὴν ὑμῖν ὑπήκοον; Σαβίνους δὲ τουτουσὶ ἔθνος τηλικοῦτον, οἷς διὰ παντὸς ὁ περὶ τῶν πρωτείων πρὸς ὑμᾶς ἦν ἀγών, ποία παρέσχεν ὑμῖν βοήθεια μηκέτι διαμιλλᾶσθαι περὶ τῶν ἴσων; τί δέ; τὰς τῶν Λατίνων τριάκοντα πόλεις, οὐ μόνον δυνάμεως μεγέθει ἐπαιρομένας, ἀλλὰ καὶ ἐπὶ τῷ δικαιότερα ἀξιοῦν μεγάλα φρονούσας, τίνες ἦσαν οἱ καταδουλωσάμενοι καὶ παρασχόντες ὑπὲρ ἀνδραποδισμοῦ καὶ κατασκαφῆς τῶν πόλεων δεομένας καταφυγεῖν ἐφʼ ὑμᾶς;