Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἔτι δὲ πανηγυρίζουσιν αὐτοῖς πρεσβευταὶ παρῆσαν ἐξ ἔθνους Ἀρούγκων, οἳ τῆς Καμπανῶν χώρας τὰ κάλλιστα πεδία κατεῖχον. οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν ἠξίουν τὴν Οὐολούσκων τῶν καλουμένων Ἐχετρανῶν χώραν, ἣν ἀφελόμενοι τοὺς Ἐχετρανοὺς Ῥωμαῖοι κληρούχοις εἰς φυλακὴν τοῦ ἔθνους ἐκπεμφθεῖσι διένειμαν, ἀποδιδόναι σφίσι καὶ τὴν φρουρὰν ἀπαγαγεῖν ἐξ αὐτῆς· ἐὰν δὲ μὴ ποιήσωσιν, Ἀρούγκους ἥξοντας ἐπὶ τὴν Ῥωμαίων ὀλίγου χρόνου καὶ δίκας ληψομένους ὅσων διέθεντο τοὺς ὁμόρους κακῶν ἐκδέχεσθαι.

Ῥωμαῖοι δʼ αὐτοῖς τάδε ἀπεκρίναντο· ἀπαγγέλλετε, ὦ πρέσβεις, Ἀρούγκοις, ὅτι ἡμεῖς οἱ Ῥωμαῖοι δικαιοῦμεν ὅσα κτᾶταί τις ἀρετῇ πολεμίους ἀφελόμενος, ταῦτα τοῖς ἐγγόνοις ὡς οἰκεῖα παραδιδόναι. πόλεμον δʼ οὐ δέδιμεν τὸν Ἀρούγκων οὔτε πρῶτον οὔτε δεινότατον ἐσόμενον· ἀλλʼ ἐν ἔθει ἡμῖν ὑπάρχει πᾶσι μάχεσθαι περὶ τῆς ἡγεμονίας, καὶ ἀρετῆς συναγώνισμά

v.2p.311
τι ἐσόμενον ὁρῶντες αὐτὸν ἀκαταπλήκτως δεξόμεθα.

μετὰ ταῦτʼ Ἀροῦγκοί τε πολλῇ στρατιᾷ ὁρμηθέντες ἐκ τῆς ἑαυτῶν, καὶ Ῥωμαῖοι τὰς οἰκείας δυνάμεις ἔχοντες ἡγουμένου Σερουιλίου, συντυγχάνουσιν ἀλλήλοις ἀγχοῦ πόλεως Ἀρικείας, ἣ διέχει σταδίους ἑκατὸν εἴκοσι τῆς Ῥώμης· καὶ στρατοπεδεύονται ἑκάτεροι ἐν ὄρεσιν ὀχυροῖς ὀλίγον ἀλλήλων διεστῶτες. ἐπεὶ δὲ τοὺς χάρακας ἐκρατύναντο, προῆλθον εἰς τὸ πεδίον ἀγωνιούμενοι, καὶ συμπεσόντες ἐξ ἑωθινῆς μέχρις ἡμέρας μεσούσης ἀντεῖχον, ὥστε πολὺν ἐξ ἀμφοτέρων γενέσθαι φόνον. φιλοπόλεμον γὰρ δὴ τὸ τῶν Ἀρούγκων ἔθνος ἦν, καὶ τῷ μεγέθει τε καὶ ῥώμῃ καὶ ὄψεως δεινότητι πολὺ τὸ θηριῶδες ἐχούσῃ φοβερώτατον.