Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐν τοιαύταις δʼ ἀκαταστασίαις τῆς πόλεως οὔσης ἐκεχειρία τις ἐν τῷ διὰ μέσου γενομένη θυσιῶν πατρίων ἕνεκα καὶ πανηγύρεις ἐπιλαβοῦσαι λαμπραὶ ταῖς δαπάναις ἐπέσχον τὴν ἐν τῷ παρόντι τοῦ πλήθους διχοστασίαν. ἑορτάζουσι δʼ αὐτοῖς ἐπιτίθενται πολλῇ δυνάμει Σαβῖνοι τοῦτον ἐκ πολλοῦ φυλάξαντες τὸν χρόνον, ἀρχομένης ἔτι νυκτὸς ποιησάμενοι τὴν

v.2p.309
ἐπίθεσιν, ἵνα πρὶν αἰσθέσθαι τοὺς ἔνδον ἐπὶ τῇ πόλει γένωνται· καὶ ῥᾷστα ἂν ἐκράτησαν αὐτῶν, εἰ μὴ τῶν ψιλῶν τινες ἀποσχισθέντες τῆς φάλαγγος, αὐλαῖς ἐπιβάλλοντες ἁρπαγῆς ἕνεκα θόρυβον εἰργάσαντο.

βοή τε γὰρ εὐθὺς ἐγένετο καὶ δρόμος τῶν γεωργῶν εἰς τὸ τεῖχος, πρὶν ἢ ταῖς πύλαις τοὺς πολεμίους προσελθεῖν. ὡς δʼ ἔγνωσαν αὐτῶν τὴν ἔφοδον οἱ κατὰ πόλιν θεωροῦντες μεταξὺ καὶ τοὺς στεφάνους ἐπικείμενοι καταλιπόντες τοὺς ἀγῶνας ἐπὶ τὰ ὅπλα ὥρμησαν· καὶ φθάνει τῷ Σερουιλίῳ συναχθεῖσα δύναμις αὐτοκέλευστος ἱκανή, ἣν ἐκεῖνος ἔχων συντεταγμένην, προσπίπτει τοῖς πολεμίοις ὑπό τε ἀγρυπνίας καὶ κόπου τεταλαιπωρηκόσι καὶ οὐ προσδεχομένοις τὴν τῶν Ῥωμαίων ἔφοδον.

ὡς δὲ συνέμιξαν εἰς χεῖρας, ἐγένετο μάχη τὸ μὲν ἐν τάξει καὶ κόσμῳ διὰ τὴν σπουδὴν ἑκατέρων ἀφῃρημένη, οἳ δʼ ὡς ἀπὸ τύχης τινὸς ἢ φάλαγξ φάλαγγι ἢ λόχος λόχῳ ἢ ἀνὴρ ἀνδρὶ συνέπεσον, ἱππεῖς τε καὶ πεζοὶ ἅμα πεφυρμένοι ἐμάχοντο. ἀρωγοὶ δʼ αὐτοῖς ἑκατέρωθεν ἐπῄεσαν οὐ διὰ μακροῦ τῶν πόλεων οὐσῶν, οἳ τὸ κάμνον ἀναθαρρύνοντες ἐπὶ πολὺν χρόνον ἀντέχειν ταῖς ταλαιπωρίαις ἐποίουν. ἔπειτα οἱ Ῥωμαῖοι προσγενομένης σφίσι τῆς ἵππου πάλιν νικῶσι τοὺς Σαβίνους,

v.2p.310
καὶ πολλοὺς ἀποκτείναντες ἀνέστρεψαν εἰς τὴν πόλιν ἄγοντες αἰχμαλώτους πάνυ συχνούς. τούς τε κατὰ τὴν πόλιν ὄντας Σαβίνων, οἳ κατὰ θέας πρόφασιν ἀφιγμένοι προκαταλήψεσθαι τοῖς ἐπιοῦσι τὰ ἐρύματα τῆς πόλεως ἔμελλον, ὥσπερ αὐτοῖς συνετέτακτο, ἀναζητοῦντες εἰς τὰ δεσμωτήρια κατετίθεντο. τὰς δὲ θυσίας, αἷς ὁ πόλεμος ἐμποδὼν ἐγένετο, διπλασίας τῶν προτέρων ψηφισάμενοι αὖθις ἐν εὐπαθείαις ἦσαν.