Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἔτι δʼ αὐτῆς ἐν τῷ βουλευτηρίῳ καθεζομένης καὶ τίνες εἶεν δυνάμεις τὰς ἐξελευσομένας σκοπούσης, εἰς τὴν ἀγορὰν ἀνὴρ πρεσβύτερος ἐφάνη ῥάκος ἠμφιεσμένος, πώγωνα βαθὺν καθεικὼς καὶ κόμην βοῶν καὶ ἐπικαλούμενος τὴν ἐξ ἀνθρώπων ἐπικουρίαν. συνδραμόντος δὲ τοῦ πλησίον ὄχλου στάς, ὅθεν ἔμελλε πολλοῖς καταφανὴς ἔσεσθαι, ἔφη, γεννηθεὶς ἐλεύθερος, ἐστρατευμένος τὰς ἐν ἡλικίᾳ στρατείας, καὶ δυεῖν δεούσας τριάκοντα μάχας ἀγωνισάμενος, καὶ ἀριστεῖα πολλάκις εἰληφὼς ἐκ τῶν πολέμων, ἐπειδὴ κατέσχον οἱ τὴν πόλιν εἰς τὰς ἐσχάτας ἄγοντες στενοχωρίας καιροί, χρέος ἠναγκάσθην λαβεῖν ἕνεκα τοῦ διαλῦσαι τὰς εἰσπραττομένας εἰσφοράς, ὡς τὸ μὲν χωρίον οἱ πολέμιοι κατέδραμον, τὰ δὲ κατὰ πόλιν αἱ σιτοδεῖαι κατανάλωσαν, ὅθεν διαλύσαιμί μου τὸ χρέος οὐκ ἔχων, ἀπήχθην δοῦλος ὑπὸ τοῦ δανειστοῦ σὺν τοῖς υἱοῖς δυσίν· ἐπιτάττοντος δὲ τοῦ δεσπότου τῶν οὐ ῥᾳδίων ἔργον τι ἀντειπὼν αὐτῷ πληγὰς ἔλαβον μάστιξι πάνυ πολλάς.

ταῦτʼ εἰπὼν ἐρρίπτει τὸ ῥάκιον καὶ ἐδείκνυε τὸ στῆθος μεστὸν τραυμάτων, τὰ δὲ νῶτα αἵματος ἐκ τῶν πληγῶν ἀνάπλεω. κραυγῆς δὲ καὶ οἰμωγῆς ἐκ τῶν παρόντων γινομένης ἥ τε βουλὴ διελύθη καὶ κατὰ

v.2p.301
τὴν πόλιν ὅλην δρόμος ἦν τῶν ἀπόρων τὴν ἰδίαν τύχην ἀνακλαιομένων καὶ βοηθεῖν τοὺς πέλας ἀξιούντων· ἔκ τε τῶν οἰκιῶν οἱ πρὸς τὰ χρέα δουλωθέντες ἐξώρμων κομῶντες, ἁλύσεις ἔχοντες οἱ πλεῖστοι καὶ πέδας οὐδενὸς ἀντιλαμβάνεσθαι τολμῶντος αὐτῶν, εἰ δʼ ἅψαιτο μόνον, ἐν χειρῶν νόμῳ διασπαραττομένου.

τοσαύτη λύττα τὸν δῆμον ἐν τῷ τότε καιρῷ κατεῖχε, καὶ μετʼ οὐ πολὺ μεστὴ τῶν ἐκφυγόντων τὰς ἀνάγκας ἦν ἡ ἀγορά. ὁ μὲν οὖν Ἄππιος δείσας τὴν ἐφʼ ἑαυτὸν ὁρμὴν τοῦ πλήθους, ἐπειδὴ τῶν κακῶν ἦν αἴτιος, καὶ διʼ ἐκεῖνον ἐδόκει ταῦτα γεγονέναι, φεύγων ἐκ τῆς ἀγορᾶς ᾤχετο. ὁ δὲ Σερουίλιος ῥίψας τὴν περιπόρφυρον ἐσθῆτα καὶ προκυλιόμενος τῶν δημοτικῶν ἑκάστου μετὰ δακρύων, μόλις αὐτοὺς ἔπεισεν ἐκείνην μὲν τὴν ἡμέραν ἐπισχεῖν, εἰς δὲ τὴν ἐπιοῦσαν ἥκειν, ὡς τῆς βουλῆς ἐπιμέλειάν τινα περὶ αὐτῶν ποιησομένης. ταῦτʼ εἰπὼν καὶ τὸν κήρυκα ἀνειπεῖν κελεύσας μηδένα τῶν δανειστῶν ἐξεῖναι σῶμα πολιτικὸν πρὸς ἴδιον χρέος ἄγειν, ἕως ἂν ἡ βουλὴ περὶ αὐτῶν διαγνοίη, τοὺς δὲ παρόντας ὅποι βούλοιντο ἀδεῶς ἀπιέναι, διέλυσε τὸν θόρυβον.