Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
πολέμου ἄρχειν. ἐπειδὴ δʼ ᾔσθοντο πολεμεῖν δέον αὐτοὶ πολεμούμενοι, τότε δὴ καταπεπληγότες τὸ τῶν Ῥωμαίων τάχος, ἱκετηρίας ἀναλαβόντες ἐκ τῶν πόλεων οἱ γεραίτατοι προῄεσαν ἐπιτρέποντες τῷ Σερουϊλίῳ
ἦν δʼ ἄρα τοῦτʼ οὐ λύσις, ἀναβολὴ δέ τις καὶ παρασκευῆς ἀφορμὴ τοῖς φθασθεῖσι τῷ παρʼ ἐλπίδα τῆς ἐφόδου, ἀπελθόντος τε τοῦ τῶν Ῥωμαίων στρατεύματος ἐξήπτοντο πάλιν οἱ Οὐολοῦσκοι τοῦ πολέμου τάς τε πόλεις φραξάμενοι, καὶ εἴ τι ἄλλο χωρίον ἐπιτήδειον ἦν ἀσφάλειαν σφίσι παρασχεῖν διὰ φυλακῆς κρείττονος ἔχοντες· συνήπτοντο δʼ αὐτοῖς τοῦ κινδύνου φανερῶς μὲν Ἕρνικες καὶ Σαβῖνοι, κρύφα δὲ καὶ ἄλλων συχνοί. Λατῖνοι δὲ πρεσβείας πρὸς αὐτοὺς ἐπὶ συμμαχίας αἴτησιν ἀφικομένης δήσαντες τοὺς ἄνδρας εἰς Ῥώμην ἤγαγον.
οἷς ἡ βουλὴ τῆς βεβαίου πίστεως χάριν ἀποδιδοῦσα καὶ ἔτι μᾶλλον τῆς εἰς τὸν ἀγῶνα προθυμίας· ἕτοιμοι γὰρ ἦσαν ἑκούσιοι συμπολεμεῖν· ὃ μάλιστα μὲν βούλεσθαι αὐτοὺς ᾤετο, διʼ αἰσχύνης δʼ ἔχειν αἰτήσασθαι, τοῦτʼ αὐτοῖς ἐχαρίσατο, τοὺς ἐν τοῖς πολέμοις ἁλόντας αὐτῶν ἑξακισχιλίων ὀλίγον ἀποδέοντας προῖκα δωρησαμένη καὶ ὡς ἂν μάλιστα κόσμον ἡ δωρεὰ προσήκοντα τῇ συγγενείᾳ λάβοι πάντας αὐτοὺς ἐσθῆσιν ἀμφιέσασα ἐλευθέροις σώμασι πρεπούσαις. τῆς δὲ συμμαχίας οὐδὲν αὑτῇ ἔφη δεῖν τῆς Λατίνων ἱκανὰς λέγουσα εἶναι τὰς οἰκείας τῇ Ῥώμῃ δυνάμεις ἀμύνασθαι τοὺς ἀφισταμένους. ταῦτʼ ἐκείνοις