Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οὐκ ἀνασχομένων δὲ τῶν Ῥωμαίων τὰς ἐπιταγάς, ἀλλὰ πάντα τὰ δεινὰ ὑπομένειν βουλομένων, καταμαθὼν ὁ Μούκιος, ὅτι δυεῖν αὐτοῖς συμβήσεται θάτερον ἢ μὴ διαμεῖναι πολὺν ἐν τοῖς λελογισμένοις χρόνον ὑπὸ τῆς ἀπορίας τῶν ἀναγκαίων ἐκβιασθεῖσιν, ἢ φυλάττουσι βεβαίας τὰς κρίσεις τὸν οἴκτιστον ἀπολέσθαι μόρον, δεηθεὶς τῶν ὑπάτων τὴν βουλὴν αὐτῷ συναγαγεῖν, ὡς μέγα τι καὶ ἀναγκαῖον ἐξοίσων πρὸς αὐτήν, ἐπειδὴ συνήχθη, λέγει τοιάδε· ἄνδρες πατέρες, ἐγχείρημα τολμᾶν διανοούμενος, ὑφʼ οὗ τῶν παρόντων ἀπαλλαγήσεται κακῶν ἡ πόλις, τῷ μὲν ἔργῳ πάνυ θαρρῶ καὶ ῥᾳδίως αὐτοῦ κρατήσειν οἴομαι· περὶ δὲ τῆς ἐμαυτοῦ ψυχῆς, εἰ περιέσται μοι μετὰ τὸ ἔργον, οὐ πολλὰς ἐλπίδας ἔχω, μᾶλλον δʼ εἰ χρὴ τἀληθὲς λέγειν οὐδεμίαν.

εἰς τοσοῦτον δὴ κίνδυνον ἐμαυτὸν καθιέναι μέλλων οὐκ ἀξιῶ λαθεῖν ἅπαντας αἰωρηθεὶς ὑπὲρ μεγάλων, ἐὰν ἄρα συμβῇ μοι διαμαρτεῖν τῆς πείρας, ἀλλʼ ἐπὶ καλοῖς ἔργοις μεγάλων ἐπαίνων τυγχάνειν, ἐξ ὧν ἀντὶ τοῦ θνητοῦ σώματος ἀθάνατον ὑπάρξει μοι κλέος.

δήμῳ μὲν φράζειν ἃ διανοοῦμαι πράττειν οὐκ ἀσφαλές, μή τις ἴδια κέρδη περιβαλλόμενος πρὸς τοὺς πολεμίους αὐτὰ ἐξενέγκῃ, δέον αὐτοῖς ὥσπερ μυστηρίου ἀπορρήτου φυλακῆς· ὑμῖν δʼ οὓς καθέξειν

v.2p.178
αὐτὰ πεπίστευκα ἐγκρατῶς πρώτοις τε καὶ μόνοις ἐκφέρω· παρʼ ὑμῶν δʼ οἱ ἄλλοι πολῖται ἐν τῷ προσήκοντι καιρῷ μαθήσονται.

τὸ δʼ ἐγχείρημά μου τοιόνδε ἐστίν. αὐτομόλου σχῆμα μέλλω λαβὼν ἐπὶ τὸν χάρακα τῶν Τυρρηνῶν πορεύεσθαι. ἐὰν μὲν οὖν ἀπιστηθεὶς πρὸς αὐτῶν ἀποθάνω, ἑνὶ πολίτῃ μόνον ἐλάττους οἱ λοιποὶ γενήσεσθε· ἐὰν δὲ παρελθεῖν εἴσω τοῦ χάρακος ἐκγένηταί μοι, τὸν βασιλέα τῶν πολεμίων ἀποκτενεῖν ὑμῖν ὑποδέχομαι· ἀποθανόντος δὲ Πορσίνου καταλυθήσεται μὲν ὁ πόλεμος, ἐγὼ δʼ εἰ ὅ τι ἂν τῷ δαιμονίῳ δόξῃ πείσομαι, τούτων συνίστορας ὑμᾶς ἕξων καὶ μάρτυρας πρὸς τὸν δῆμον ἄπειμι τὴν κρείττονα τύχην τῆς πατρίδος ἡγεμόνα τῆς ὁδοῦ ποιησάμενος.