Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

κρατουμένης δὲ τῆς ὑπαίθρου πάσης ὑπὸ τῶν πολεμίων, καὶ οὔτʼ ἐκ γῆς εἰσκομιζομένων εἰς τὴν πόλιν τῶν ἀγορῶν οὔτε μὴν διὰ τοῦ ποταμοῦ καταγομένων ὅτι μὴ σπανίων, ταχεῖα τῶν ἀναγκαίων σπάνις ἐγένετο μυριάσι πολλαῖς τὰ παρασκευασθέντα οὐ πολλὰ ὄντα δαπανώσαις.

καὶ μετὰ τοῦθʼ οἱ θεράποντες πολλοὶ καταλιπόντες τοὺς δεσπότας ηὐτομόλουν ὁσημέραι, καὶ ἐκ τοῦ δημοτικοῦ πλήθους οἱ πονηρότατοι πρὸς τοὺς Τυρρηνοὺς ἀφίσταντο· ταῦθʼ ὁρῶσι τοῖς ὑπάτοις ἔδοξε Λατίνων μὲν δεῖσθαι τῶν ἔτι αἰδουμένων τὸ συγγενὲς καὶ μένειν δοκούντων ἐν τῇ φιλίᾳ συμμαχίας σφίσι πέμψαι διὰ ταχέων, εἰς δὲ τὴν Καμπανίδα Κύμην καὶ τὰς ἐν τῷ Πωμεντίνῳ πεδίῳ πόλεις ἀποστεῖλαι πρέσβεις ἀξιώσοντας αὐτὰς σίτου σφίσιν ἐξαγωγὴν ἐπιτρέψαι.

Λατῖνοι μὲν οὖν διεκρούσαντο τὴν ἐπικουρίαν, ὡς οὐχ ὅσιον αὐτοῖς ὂν οὔτε Ταρκυνίοις πολεμεῖν οὔτε Ῥωμαίοις, ἐπειδὴ κοινῇ συνέθεντο πρὸς ἀμφοτέρους τὰ περὶ τῆς φιλίας ὅρκια· ἐκ δὲ τοῦ Πωμεντίνου πεδίου Λάρκιός τε καὶ Ἑρμίνιος οἱ πεμφθέντες ἐπὶ τὴν παρακομιδὴν τοῦ σίτου πρέσβεις πολλὰς γεμίσαντες σκάφας παντοίας τροφῆς ἀπὸ θαλάττης ἀνὰ τὸν ποταμὸν ἐν νυκτὶ ἀσελήνῳ λαθόντες τοὺς πολεμίους διεκόμισαν.

ταχὺ δὲ καὶ ταύτης ἐξαναλωθείσης τῆς ἀγορᾶς καὶ τῆς αὐτῆς κατασχούσης τοὺς ἀνθρώπους ἀπορίας μαθὼν παρὰ τῶν αὐτομόλων ὁ Τυρρηνός, ὅτι κάμνουσιν

v.2p.177
ὑπὸ τοῦ λιμοῦ οἱ ἔνδον, ἐπεκηρυκεύσατο πρὸς αὐτοὺς ἐπιτάττων δέχεσθαι Ταρκύνιον, εἰ βούλονται πολέμου τε καὶ λιμοῦ ἀπηλλάχθαι.