Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταύτην ἀποδειξαμένου τὴν γνώμην Ἰουνίου Βρούτου πάντες ἐπῄνεσαν καὶ αὐτίκα περὶ τῶν παραληψομένων τὰς ἡγεμονίας ἀνδρῶν βουλευόμενοι μεσοβασιλέα μὲν ἔκριναν ἀποδειχθῆναι Σπόριον Λουκρήτιον τὸν πατέρα τῆς διαχρησαμένης ἑαυτήν· ὑπʼ ἐκείνου δὲ τοὺς ἕξοντας τὴν τῶν βασιλέων ἐξουσίαν ὀνομασθῆναι Λεύκιον Ἰούνιον Βροῦτον καὶ Λεύκιον Ταρκύνιον Κολλατῖνον.

τοὺς δʼ ἄρχοντας τούτους ἔταξαν καλεῖσθαι κατὰ τὴν ἑαυτῶν διάλεκτον κωνσούλας· τοῦτο μεθερμηνευόμενον εἰς τὴν Ἑλλάδα γλῶτταν τοὔνομα συμβούλους ἢ προβούλους δύναται δηλοῦν, κωνσίλια γὰρ οἱ Ῥωμαῖοι τὰς συμβουλὰς καλοῦσιν· ὕπατοι δʼ ὑφʼ Ἑλλήνων ἀνὰ χρόνον ὠνομάσθησαν ἐπὶ τοῦ μεγέθους τῆς ἐξουσίας, ὅτι πάντων τʼ ἄρχουσι καὶ τὴν ἀνωτάτω χώραν ἔχουσι. τὸ γὰρ ὑπερέχον καὶ

ἄκρον ὕπατον ἐκάλουν οἱ παλαιοί. ταῦτα βουλευσάμενοί τε καὶ καταστησάμενοι καὶ τοὺς θεοὺς εὐχαῖς

v.2p.124
λιτανεύσαντες συλλαβέσθαι σφίσιν ὁσίων καὶ δικαίων ἔργων ἐφιεμένοις ἐξῄεσαν εἰς τὴν ἀγοράν. ἠκολούθουν δʼ αὐτοῖς οἱ θεράποντες ἐπὶ κλίνης μέλασιν ἀμφίοις ἐστρωμένης κομίζοντες ἀθεράπευτόν τε καὶ πεφυρμένην αἵματι τὴν νεκράν· ἣν πρὸ τοῦ βουλευτηρίου τεθῆναι κελεύσαντες ὑψηλὴν καὶ περιφανῆ συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν.

ὄχλου δὲ συναχθέντος οὐ μόνον τοῦ κατʼ ἀγορὰν τότʼ ὄντος, ἀλλὰ καὶ τοῦ κατὰ τὴν πόλιν ὅλην· διεξῄεσαν γὰρ οἱ κήρυκες διὰ τῶν στενωπῶν τὸν δῆμον εἰς τὴν ἀγορὰν καλοῦντες· ἀναβὰς ὁ Βροῦτος, ἔνθα τοῖς συνάγουσι τὰς ἐκκλησίας δημηγορεῖν ἔθος ἦν, καὶ τοὺς πατρικίους παραστησάμενος ἔλεξε τοιάδε.