Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὃν δὲ τρόπον ἔσται τούτων ἕκαστον, ἀκούσατέ μου· συνάξω μὲν ἐγὼ τὴν ἐκκλησίαν, ὥσπερ ἔφην, ἐπειδὴ συγκεχώρηταί μοι κατὰ νόμον καὶ γνώμην εἰσηγήσομαι· φεύγειν Ταρκύνιον ἅμα τοῖς παισὶ καὶ τῇ γυναικὶ πόλεώς τε καὶ χώρας τῆς Ῥωμαίων εἰργομένους τὸν ἀεὶ χρόνον καὶ γένος τὸ ἐξ αὐτῶν· ὅταν δʼ ἐπιψηφίσωσι τὴν γνώμην οἱ πολῖται, δηλώσας αὐτοῖς ἣν διανοούμεθα καταστήσασθαι πολιτείαν μεσοβασιλέα ἑλοῦμαι τὸν ἀποδείξοντα τοὺς παραληψομένους τὰ κοινά, καὶ αὐτὸς ἀποθήσομαι τὴν τῶν Κελερίων ἀρχήν.

ὁ δὲ κατασταθεὶς ὑπʼ ἐμοῦ μεσοβασιλεὺς συναγαγὼν τὴν λοχῖτιν ἐκκλησίαν ὀνομασάτω τε τοὺς μέλλοντας ἕξειν τὴν ἐνιαύσιον ἡγεμονίαν καὶ ψῆφον ὑπὲρ αὐτῶν τοῖς πολίταις δότω· ἐὰν δὲ τοῖς πλείοσι δόξῃ λόχοις κυρίαν εἶναι τὴν τῶν ἀνδρῶν αἵρεσιν καὶ τὰ μαντεύματα γένηται περὶ αὐτῶν καλά, τοὺς πελέκεις οὗτοι παραλαβόντες καὶ τὰ λοιπὰ τῆς βασιλικῆς ἐξουσίας σύμβολα πραττέτωσαν, ὅπως ἐλευθέραν οἰκήσομεν τὴν πατρίδα καὶ μηκέτι κάθοδον ἕξουσιν εἰς αὐτὴν Ταρκύνιοι· πειράσονται γάρ, εὖ ἴστε, καὶ πειθοῖ καὶ βίᾳ καὶ δόλῳ καὶ παντὶ ἄλλῳ τρόπῳ παρελθεῖν πάλιν ἐπὶ τὴν δυναστείαν, ἐὰν μὴ φυλαττώμεθα αὐτούς.

ταυτὶ μὲν οὖν ἐστι τὰ μέγιστα καὶ κυριώτατα ὧν ὑμῖν ἐν τῷ παρόντι λέγειν ἔχω καὶ παραινεῖν· τὰ δὲ κατὰ μέρος πολλὰ ὄντα καὶ οὐ ῥᾴδια νῦν διʼ ἀκριβείας ἐξετασθῆναι· συνήγμεθα γὰρ εἰς καιρὸν ὀξύν·

v.2p.123
ἐπʼ αὐτοῖς οἴομαι δεῖν ποιῆσαι τοῖς παραληψομένοις τὴν ἀρχήν.

σκοπεῖσθαι μέντοι φημὶ χρῆναι τοὺς ἄνδρας ἅπαντα μετὰ τοῦ συνεδρίου τῆς βουλῆς, ὥσπερ οἱ βασιλεῖς ἐποίουν, καὶ μηδὲν πράττειν δίχα ὑμῶν καὶ τὰ δόξαντα τῇ βουλῇ φέρειν εἰς τὸν δῆμον, ὡς τοῖς προγόνοις ἡμῶν ποιεῖν ἔθος ἦν, μηδενὸς ἀφαιρουμένους αὐτὸν ὧν ἐν τοῖς πρότερον καιροῖς κύριος ἦν. οὕτω γὰρ αὐτοῖς ἀσφαλέστατα καὶ κάλλιστα ἕξει τὰ τῆς ἀρχῆς.