Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

καὶ μὴν πλαγία μὲν φάλαγξ ἐστὶν ἡ τὸ μῆκος τοῦ βάθους πολλαπλάσιον ἔχουσα, ὀρθία δέ, ὅταν ἐπὶ κέρως πορεύηται· οὕτω δὲ αὖ τὸ βάθος τοῦ μήκους πολλαπλάσιον

παρέχεται. ὅλως τε παράμηκες μὲν τάγμα ὀνομάζεται ὅ τι περ ἂν τὸ μῆκος ἔχῃ ἐπὶ πλέον τοῦ βάθους, ὄρθιον δὲ ὅ τι περ ἂν τὸ βάθος τοῦ μήκους.

λοξὴ δὲ ὀνομάζεται φάλαγξ ἡ τὸ μὲν ἕτερον κέρας, ὁπότερον ἂν ὁ στρατηγὸς βούληται, τοῖς πολεμίοις πελάζον ἔχουσα καὶ αὐτῷ μόνῳ ἀγωνιζομένη, τὸ ἕτερον δὲ διʼ ὑποστολῆς σῴζουσα.

παρεμβολὴν δὲ ὀνομάζουσιν, ἐπειδὰν προτεταγμένων τινῶν κατὰ διαστήματα ἐκ τῶν ἐπιτεταγμένων ἐγκαθιστῶνται αὐτοῖς ἄλλοι ἐπʼ εὐθείας, ὡς ἀναπληρῶσαι τὸ πρόσθεν ἀπολειπόμενον κενὸν τῆς

φάλαγγος· πρόσταξιν δέ, ὅταν ἢ ἐξ ἑκατέρων τῶν μερῶν τῆς τάξεως ἢ ἐκ θατέρου κατὰ τὸ κέρας αὐτὸ προστεθῇ τι στῖφος τῇ πάσῃ φάλαγγι κατʼ εὐθὺ τοῦ μετώπου τῆς τάξεως.

ἔνταξιν δὲ ὀνομάζουσιν, ἐπειδὰν τοὺς ψιλοὺς ἐς τὰ διαστήματα τῶν πεζῶν ἐντάξωσιν, ἄνδρα παρʼ

ἄνδρα ἱστάντες· ὑπόταξιν δέ, ἐπειδὰν τοὺς ψιλοὺς ἐπὶ τὰ πέρατα τῆς φάλαγγος ὑποτάξῃ τις ὡς ἐς ἐπικάμπιον.