Tactica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἀποκαταστῆσαι δὲ ἐπειδὰν βουληθῶμεν, παραγγελοῦμεν αὖ ἐξελίσσειν τοὺς κατὰ τὰ κέρατα τεταγμένος ἐς οὕστινας πρότερον εἶχον τόπους. οὐ πάνυ δὲ ὠφέλιμοι οἱ διπλασιασμοὶ ἐγγὺς ὄντων πολεμίων,

ὅτι ταραχῆς τε τοῦ ἡμετέρου στρατεύματος δόξαν παρέξουσιν ἐκείνοις, καὶ αὐτὸ τὸ στράτευμα ἐν τῇ μετακινήσει ἀσθενέστερον ἅμα καὶ ἀτακτότερον καθιστᾶσιν. ἀλλὰ τοὺς ψιλοὺς ἐπεκτείνειν ἄμεινον καὶ

τοὺς ἱππέας, ὡς τὴν ἐκ τοῦ διπλασιασμοῦ ἔκπληξιν ἄνευ κινήσεως τῆς πεζικῆς φάλαγγος τοῖς πολεμίοις ἐμποιῆσαι. γίγνεται δὲ τὸ διπλασιάζειν ἀναγκαῖον,

ἢ ὑπερφαλαγγῆσαι ἡμῶν ἐθελησάντων ὑπὲρ τὸ τῶν πολεμίων κέρας, ἢ κωλῦσαι ὑπερφαλαγγῆσαι ἐκείνους.

τὸ βάθος δὲ διπλασιάζεται, εἰ ὁ δεύτερος λόχος τῷ πρώτῳ ἐπιταχθείη, ὥστε τὸν τοῦ δευτέρου λόχου λοχαγὸν ἐπιστάτην τοῦ πρώτου λοχαγοῦ γενέσθαι, τὸν δʼ ἐπιστάτην τὸν πρῶτον τοῦ ἐκείνου ἐπιστάτου ἐπιστάτην γενέσθαι· οὕτω γὰρ ὁ μὲν πρόσθεν πρῶτος ὢν τοῦ δευτέρου

λόχου δεύτερός ἐστι τοῦ πρώτου λόχου, ὁ δὲ δεύτερος ἐν τῷ δευτέρῳ τέταρτος τοῦ πρώτου, καὶ ὡσαύτως ἐφεξῆς, ἔστʼ ἂν ἅπας ὁ δεύτερος λόχος κατὰ τον πρῶτον ἐπʼ εὐθείας ἐναλλὰξ ἐνταχθῇ ἐς βάθος. οὕτω γάρ τοι καὶ ὁ τέταρτος λόχος τὸν τρίτον βαθυνεῖ, συνταχθεὶς αὐτῷ, καὶ ἁπλῶς οἱ ἄρτιοι ἐς τοὺς περισσοὺς ἐνταχθήσονται.

οὐ χαλεπὸν δὲ γνῶναι, ὅπως καὶ αὐτοῦ

p.124
τοῦ κατὰ βάθος χωρίου διπλασιασμὸς ἔσται, καὶ ἡ ἀπὸ τοῦδε ἀποκατάστασις.