Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἅμα τε ὁ ἄνεμος ἐπαύσατο καὶ οἳ ἀνήγοντο. καὶ περαιωθέντες σταδίους ἐς ἑξήκοντα ὁρμίζονται πρὸς αἰγιαλῷ ψαμμώδεϊ· νῆσος δὲ ἐπῆν τῷ αἰγιαλῷ ἐρήμη. ταύτην δὲ πρόβλημα ποιησάμενοι ὡρμίσθησαν·

Δόμαι οὔνομα τῇ νήσῳ. ὕδωρ δὲ οὐκ ἦν ἐν τῷ αἰγιαλῷ, ἀλλὰ προελθόντες ἐς τὴν μεσογαίην ὅσον· εἴκοσι σταδίους ἐπιτυγχάνουσιν ὕδατι καλῷ.

τῇ δὲ ὑστεραίῃ ἐς νύκτα αὐτοῖσιν ὁ πλόος ἐγίνετο ἐς Σάραγγα σταδίους τριηκοσίους, καὶ ὁρμίζονται πρὸς αἰγιαλῶ, καὶ ὕδωρ ἦν ἀπὸ τοῦ

p.29
αἰγιαλοῦ ὅσον ὀκτὼ σταδίους.

ἐνθένδε πλώσαντες ὁρμίζονται ἐν Σακάλοισι, τόπῳ ἐρήμῳ. καὶ διεκπλώσαντες σκοπέλους δύο, οὕτω τι ἀλλήλοισι πελάζοντας, ὥστε τοὺς ταρσοὺς τῶν νεῶν ἅπτεσθαι ἔνθεν καὶ ἔνθεν τῶν πετρέων, κατορμίζονται ἐν Μοροντοβάροισι, σταδίους διελθόντες ἐς τριηκοσίους,

ὁ δὲ λιμὴν μέγας καὶ εὔκυκλος καὶ βαθὺς καὶ ἄκλυστος, ὁ δὲ ἔσπλοος ἐς αὐτὸν στεινός. τοῦτον τῇ γλώσσῃ τῃ ἐπιχωρίῃ Γυναικῶν λιμένα ἐκάλεον, ὅτι γυνὴ τοῦ χώρου τούτου πρώτη ἐπῆρξεν.

ὡς δὲ διὰ τῶν σκοπέλων διεξέπλωον, κύμασί τε μεγάλοισιν ἐνέκυρσαν καὶ τῇ θαλάσσῃ ῥοώδεϊ. ἀλλὰ ἐκπεριπλῶσαι γὰρ ὑπὲρ τοὺς σκοπέλους μέγα ἔργον ἐφαίνετο.

ἐς δὲ τὴν ὑστεραίην ἔπλωον νῆσον ἐν ἀριστερῇ ἔχοντες πρὸ τοῦ πελάγεος οὕτω τι τῷ αἰγιαλῷ συναφέα ὥστε εἰκάσαι ἂν διώρυχα εἶναι τὸ μέσον τοῦ τε αἰγιαλοῦ καὶ τῆς νήσου· στάδιοι οἱ πάντες ἑβδομήκοντα τοῦ διεκπλόου. καὶ ἐπί τε τοῦ αἰγιαλοῦ δένδρεα ἦν πολλὰ καὶ δασέα, καὶ ἡ νῆσος ὕλῃ παντοίῃ σύσκιος.

ὑπὸ δὲ τὴν ἕω ἔπλωον ἔξω τῆς νήσου κατὰ ῥηχίην στεινήν· ἔτι γὰρ ἀνάπωτις κατεῖχε. πλώσαντες δὲ ἐς ἑκατὸν καὶ εἴκοσι σταδίους ὁρμίζονται ἐν τῷ στόματι τοῦ Ἀράβιος ποταμοῦ· καὶ λιμὴν μέγας καὶ καλὸς πρὸς τῷ στόματι· ὕδωρ δὲ οὐκ ἦν πότιμον· τοῦ γὰρ Ἀράβιος αἱ ἐκβολαὶ ἀναμεμιγμέναι τῷ πόντῳ ἦσαν.

ἀλλὰ τεσσαράκοντα σταδίους ἐς τὸ ἄνω προχωρήσαντες λάκκῳ ἐπιτυγχάνουσι, καὶ ἔνθεν ὑδρευσάμενοι ὀπίσω ἀπενόστησαν. νῆσος δὲ ἐπὶ τῷ λιμένι ὑψηλὴ καὶ ἐρήμη, καὶ περὶ ταύτην ὀστρέων τε καὶ ἰχθύων παντοδαπῶν θήρη. μέχρι μὲν τοῦδε Ἀράβιες, ἔσχατοι Ἰνδῶν ταύτῃ ᾠκισμένοι, τὰ δὲ ἀπὸ τοῦδε Ὠρεῖται ἐπεῖχον.