Indica

Arrian

Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.

ἕρμα γὰρ ἐφάνη αὐτοῖσι κατὰ τὴν ἐκβολὴν τὴν ταύτῃ τοῦ Ἰνδοῦ, καὶ τὰ κύματα ἐρρόχθεε πρὸς τῇ ἠιόνι, καὶ ἡ ἠιὼν αὕτη τρηχέα ἦν.

ἀλλὰ ἵναπερ μαλθακὸν ἦν τοῦ ἕρματος, ταύτῃ διώρυχα ποιήσαντες ἐπὶ σταδίους πέντε, διῆγον τὰς νέας, ἐπειδὴ ἡ πλήμμυρα ἐπῆλθεν ἡ ἐκ τοῦ πόντου.

ἐκπεριπλώσαντες δὲ σταδίους πεντήκοντα καὶ ἑκατὸν ὁρμίζονται ἐς Κρώκαλα νῆσον ψαμμώδεα, καὶ μένουσιν αὐτοῦ τὴν ἄλλην ἡμέρην.

p.28

προσοικέει δὲ ταύτῃ ἔθνος Ἰνδικόν, οἱ Ἀράβιες καλεόμενοι, ὧν καὶ ἐν τῇ μέζονι συγγραφῇ μνήμην ἔσχον, καὶ ὅτι εἰσὶν ἐπώνυμοι ποταμοῦ Ἀράβιος, ὃς διὰ τῆς γῆς αὐτῶν ῥέων ἐκδιδοῖ ἐς θάλασσαν, ὁρίζων τούτων τε τὴν χώρην καὶ τὴν Ὠρειτέων,

ἐκ δὲ Κρωκάλων ἐν δεξιῇ μὲν ἔχοντες οὖρος τὸ καλεόμενον Εἶρον, ἐν ἀριστερῇ δὲ νῆσον ἁλιτενέα ἔπλωον· ἡ δὲ νῆσος παρατεταμένη τῇ ἠιόνι κόλπον στεινὸν ποιέει.

διεκπλώσαντες δὲ ταύτην ὁρμίζονται ἐν λιμένι εὐόρμῳ. ὅτι δὲ μέγας τε καὶ καλὸς ὁ λιμὴν Νεάρχῳ ἔδοξεν, ἐπονομάζει αὐτὸν Ἀλεξάνδρου λιμένα.

νῆσος δέ ἐστιν ἐπὶ τῷ στόματι τοῦ λιμένος ὅσον σταδίους δύο ἀπέχουσα· Βίβακτα οὔνομα τῇ νήσῳ, ὁ δὲ χῶρος ἅπας Σάγγαδα ἐκαλέετο. ἡ δὲ νῆσος καὶ τὸν λιμένα, προκειμένη πρὸ τοῦ πελάγεος, αὐτὴ ἐποίεεν.

ἐνθαῦτα πνεύματα μεγάλα ἐκ τοῦ πόντου ἔπνεε καὶ συνεχέα, καὶ Νέαρχος δείσας τῶν βαρβάρων μή τινες συνταχθέντες ἐπʼ ἁρπαγὴν τοῦ στρατοπέδου τραποίατο, ἐκτειχίζει τὸν χῶρον λιθίνῳ τεἱχεϊ.

τέσσαρες δὲ καὶ εἴκοσιν ἡμέραι τῇ μονῇ ἐγένοντο. καὶ λέγει ὅτι μύας τε ἐθήρων τοὺς θαλασσίους οἱ στρατιῶται, καὶ ὄστρεα δὲ καὶ τοὺς σωλῆνας καλεομένους, ἄτοπα τὸ μέγαθος, ὡς τοῖσιν ἐν τῇδε τῇ ἡμετέρῃ θαλάσσῃ συμβαλέειν· καὶ ὕδωρ ὅτι ἁλμυρὸν ἐπίνετο.