Mansiones Parthicae

Isidore, of Charax

Isidore, of Charax. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

7. Ἐντεῦθεν [Ῥαγιανὴ] Μηδία, σχοῖνοι [νη΄]. Ἐν ᾗ κῶμαι ι΄, πόλεις δὲ ε΄. Ἀπὸ σχοίνων ζ΄ Ῥάγα καὶ Χάραξ, ὧν μεγίστη τῶν κατὰ τὴν Μηδίαν ἡ Ῥάγα. Εἰς δὲ τὴν Χάρακα πρῶτος βασιλεὺς Φραάτης τοὺς Μάρδους ᾤκισεν· ἔστιν ὑπὸ τὸ ὄρος, ὃ καλεῖται Κάσπιος, ἀφʼ οὗ Κάσπιαι πύλαι.

8. Ἐντεῦθεν ὑπερβάντων τὰς Κασπίας πύλας ἐστὶν αὐλὼν καὶ ἡ Χοαρηνὴ, [σχοῖνοι ιθ΄.]· ἐν ᾗ Ἀπάμεια πόλις ἀπὸ σχοίνων δ΄· κῶμαι δέ δ΄, ἐν αἷς σταθμός. Ἐντεῦθεν Κομισηνὴ, s σχοῖνοι νη΄, ἐν ᾗ κῶμαι η΄, ἐν αἷς σταθμός· πόλις δὲ οὐκ ἔστιν.

10. Ἐντεῦθεν Ὑρκανία, σχοῖνοι ξ΄, ἐν ᾗ κῶμαι ια΄, ἐν αἷς σταθμοί.